Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 65

ΚΑΤΗΧΗΣΙΣ ΞΕ΄.
Εἰς τὸν Εὐαγγελισμόν.
Περὶ Παρθενίας.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἐπειδὴ ὁ Εὐαγγελισμὸς πάρεστι, περὶ τοῦ Εὐαγγελισμοῦ ὑμῖν βραχέα τινὰ πειράσομαι διαλεχθῆναι· δεικνὺς ἐντεῦθεν, ὡς μέγιστόν ἐστι τὸ τῆς παρθενίας ἐπάγγελμα, ὅπερ ἀσπάσασθαι κατηξιώθημεν. Τίνι γὰρ ὁ ἄγγελος Γαβριὴλ εἴρηκε· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ; Οὐχὶ τῇ ἁγίᾳ Παρθένῳ Μαρίᾳ; Καὶ ἐκ τίνος σαρκωθεὶς ἐνηνθρώπησεν αὐτὸς ὁ Θεὸς καὶ Λόγος; Οὐκ ἐξ αὐτῆς τῆς μακαρίας Παρθένου;

Παρθενία τοιγαροῦν ἐστιν ἡ βλαστήσασα τὴν ζωὴν τῶν ἁπάντων. Παρθενία ἐστὶν ἡ βασίλισσα τῶν ἀρετῶν. Παρθενία ἐστὶν ἡ νύμφη καὶ νυμφεύτρια Χριστοῦ. Καὶ, εἰ βούλεσθε, ἀκουσώμεθα τοῦ μακαρίου Παύλου λέγοντος· Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Θεοῦ, πῶς ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί· Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος· ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί. Ὁρᾶτε τοῦ λόγου τὴν δύναμιν· πῶς οὐκ ἄγει σχολὴν ὁ γάμος μεριμνᾶν τὰ τοῦ Κυρίου, ἀλλὰ τὰ τοῦ κόσμου. Τῇ παρθενίᾳ οὖν ἡ ἀγαθὴ μερὶς ἀποκεκλήρωται.

Ἀλλὰ γὰρ καὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν παρθενία τὰ πρωτεῖα φέρεται· καὶ γοῦν γέγραπται ἐν τῇ Ἀποκαλύψει τοῦ ἁγίου Ἰωάννου τάδε· Οὗτοί εἰσιν οἱ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσι· οὗτοι εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ, ὅπου ὑπάγει. Βαβαὶ τῆς προεδρίας! ἧς ἠξιώθησαν οἱ τὴν παρθενίαν ἑλόμενοι, οἱ συνεπόμενοι Χριστῷ καὶ συνευφραινόμενοι.

Ἀλλὰ σκοπήσωμεν, ἀδελφοὶ, ὅτι καθόσον μέγα καὶ ὑπερφυὲς τὸ κατόρθωμα, κατὰ τοσοῦτον καὶ ὁ λυμεὼν τῆς ζωῆς ἡμῶν διάβολος ὑπὲρ πάντα τὰ πάθη ἐν τούτῳ πειρᾶται ἡμᾶς καταβαλεῖν. Καὶ ὅσους μὲν κατέβαλεν ἐξ αἰῶνος; Τίς ἂν καὶ ἐξαριθμήσειεν; Ὡς δὲ ἐγὼ ἤκουσα παρὰ τοῦ εὐειδότος, ὅτι καὶ νῦν ἐν τῇ Ἀσίᾳ ἄνδρα πολλοῖς ἔτεσιν ἐξησκηκότα καὶ θαυμαστὸν τῷ βίῳ, τοσοῦτον ἴσχυσεν ὑποσκελίσαι ὁ δράκων, ὡς μὴ μόνον ἔξαρνον αὐτὸν γενέσθαι τοῦ ἁγίου σχήματος· ἀλλὰ καὶ γυναῖκα περιάγειν μοιχικῶς. Οὖ τί ἂν γένοιτο ἐλεεινότερον; Καὶ τοιαῦτα μὲν τὰ παρὰ τοῦ διαβόλου τεχνάσματά τε καὶ ἀποτελέσματα.

Ἡμεῖς δὲ, παρακαλῶ ἀδελφοὶ, φυλάξωμεν ἑαυτοὺς, ὡς κόρην ὀφθαλμοῦ, αἰδούμενοι τὸν νυμφίον ἡμῶν Χριστὸν, μὴ προδιδόντες τὸν ἐμπιστευθέντα θησαυρὸν τῆς παρθενίας· μηδὲ ταὐτὸ πάθοιμεν τοῖς ἰχθῦσιν, οἳ δελεάσματι σαρκὸς τὸ ἄγκιστρον κατοπίνοντες, τὸν θάνατον εὐρίσκουσιν· ἄγκιστρον γάρ ἐστιν ἡ ἡδονὴ φθείρουσα οὐχ᾽ ἡδύνουσα, θανατοῦσα οὐ ζωογονοῦσα· ἧς ῥυσθείημεν δυνάμει θεοῦ δυναμούμενοι, καὶ πρὸς τὸ ἑξῆς ὠφθείημεν εἰλικρινεῖς καὶ ἀπρόσκοποι, ἕως ἂν ἐμπνέωμεν, ἵνα νικητικῶς τῶν ἐνθένδε μεταχωροῦντες τύχωμεν βασιλείας οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·