Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 66

ΚΑΤΗΧΗΣΙΣ Ξϛ΄.
Τῇ τετάρτῃ τῆς μέσης ἑβδομάδος.
Ὅτι τὸ πάσχα τοῦτο τύπος ἔστι πρὸς τὸ μέλλον καὶ αἰώνιον πάσχα· καὶ περὶ ὑπομονῆς καὶ ἀνδρείας.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἡ τεσσαρακοστὴ ἤδη παριππεύει· καὶ χαίρει ἡ ψυχὴ διὰ τὴν ἐπιστασίαν τοῦ πάσχα, ὡς ἐν αὐτῷ ἀναπαυσομένη καὶ τῶν πολλῶν κόπων ἀνεθῆσαι. Τίς οὖν μοι ὁ λόγος οὗτος προσήχθη; ὅτι καὶ πᾶσα ἡ ζωὴ ἡμῶν οἱονεὶ λόγον ἐπέχει πρὸς τὸ αἰώνιον πάσχα ἀφορῶσα. Τὸ γὰρ πάσχα τοῦτο, εἰ καὶ μέγα καὶ σεβάσμιον, ἀλλ᾽ ὅμως, ὡς οἱ πατέρες ἡμῶν διαγορεύσουσιν, τύπος ἐστιν ἐκείνου τοῦ πάσχα. Τοῦτο γὰρ τὸ πάσχα μία ἡμέρα, καὶ παρέρχεται· ἐκεῖνο δὲ ἀδιάδοχον τὸ πάσχα ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἔνθα χαρὰ καὶ εὐφροσύνη καὶ ἀγαλλίασις αἰώνιος· ἔνθα ἦχος ἑορταζόντων καὶ χορὸς πανηγυριζόντων, καὶ φωτὸς ἀϊδίου θεωρία· ὅπου τὸ μακάριον ἄριστον Χριστοῦ· ἡ πληθοῦσα τράπεζα τῶν αἰωνίων ἀγαθῶν, περὶ οὗ ἔφη ὁ Χριστὸς· Οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης, ἕως ἂν αὐτὸ πίω καινὸν μεθ᾽ ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου. Περὶ ταύτης μέλλων ἀπαίρειν εἰς οὐρανοὺς τοῖς αὐτοῦ μαθηταῖς ἔφη· Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν. Πάλιν ἔρχομαι καὶ ἐὰν πορευθῶ ἑτοιμάσαι ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν· καὶ ὅπου ἐγὼ ὑπάγω, οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε. Καὶ πάλιν ἑτέρωθι· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ Πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν. Καὶ ἀλλαχοῦ· Πάτερ θέλω, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ αὐτοὶ ὦσιν μετ᾽ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἢν ἔδωκάς μοι· ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου. Ὅτι δὲ οὐ περὶ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ περὶ ἡμῶν ταῦτα, αὐτὸς πάλιν ἔφη· Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμὲ, ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ Πάτερ ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν.

Τί τούτων τῶν λόγων παρακλητικώτερον; τί δὲ δυσωπητικώτερον; Ποίαν οὐ δύνανται μαλάξαι ψυχὴν; ποίαν δὲ καρδίαν οὐ κατανύξαι, καὶ λιθίνην τυχόν. Εἴποι τις ἂν φύσιν, μὴ ὅτι γε ἀνθρώπου καρδίαν. Ταῦτα ἐννοοῦντες οἱ ἅγιοι ἤνεγκον καὶ ἅπερ ἤνεγκον, ἡγούμενοι τὰς θλίψεις ὡς εὐφροσύνας, τὰς στενοχωρίας ὡς εὐρυχωρίας, τὰς ἀθλήσεις ὡς τρυφὰς, τὰς ἀσκήσεις ὡς ἀπολαύσεις, τοὺς θανάτους ὡς ζωάς. Οὐκοῦν καὶ ἡμεῖς ἐπεὶ πρὸς τὴν αὐτὴν ἐπειγόμεθα ἔφεσιν, καὶ τὸ αὐτὸ ζητοῦμεν Πάσχα;

Ἐνέγκωμεν, παρακαλῶ, ἀδελφοί μου, εὐψύχως καὶ ἀνδρείως τὰ παρόντα, μὴ καταπίπτοντες, μὴ ἀκηδιῶντες· μᾶλλον μὲν οὖν διεγειρόμενοι θερμότερον, ἐπισκοποῦντες κατὰ τὸν ὄφιν τὸν πονηρὸν, τὸν ποικιλλόμενον ἐν τοῖς παθήμασι καθ᾽ ἡμῶν, τὸν μετασχηματιζόμενον εἰς ἄγγελον φωτὸς καὶ μετασχηματίζοντα τὰ πράγματα καθ᾽ ὅ εἰσιν· τὸ σκότος δεικνύει φῶς, τὸ πικρὸν γλυκύ. Οὕτω τὸν προπάτορα ἡμῶν ἐδελέασεν γοητεύσας αὐτοῦ τὴν ὅρασιν, καὶ ὑποδείξας ὡραῖον τὸ μὴ ὡραῖον· κἀντεῦθεν διὰ τῆς βρώσεως ἐκβαλὼν αὐτοὺς τοῦ παραδείσου. Ἀλλ᾽ ἡμεῖς τῇ πείρᾳ ἐγνωκότες αὐτὸν, οἷός ἐστιν, ἀπατητὴς τοῦ παραδείσου τῶν ἐντολῶν τοῦ θεοῦ, μὴ ἐξέλθωμεν· μηδὲ ἡνίκα ὑποδεικνύει ἡμῖν ὡραῖον τὸν καρπὸν ἀφήσωμεν τὸ ὅμμα τῆς ψυχῆς ἢ τοῦ σώματος ἐκεῖσε, ἐπεὶ δελεαζώμεθα· ἀλλὰ παντὶ τρόπῳ ἀποφεύγωμεν τοῦ βλέπειν. Τίς δὲ ὁ καρπὸς ὁ δοκῶν ὡραῖος; ὁ ἔρως τῆς σαρκὸς, ἡ πονηρὰ ἐπιθυμία ἑνὸς ἑκάστου τῶν ὀλεθρίων παθῶν. Ὧν φεύγοντες, ἀδελφοί μου, τὴν πεῖραν σωθησόμεθα· καὶ πασχάσωμεν εἰς αἰῶνα αἰῶνος σὺν πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·