Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 67
ΚΑΤΗΧΗΣΙΣ ΞΖ΄.
Τῇ ἕκτῃ τῆς μέσης ἑβδομάδος.
Ὅτι ἐν νεκρώσει τῶν παθῶν καὶ τῇ ἀναστάσει τῶν ἀρετῶν, τοῦτ᾽ ἐστι ἑορτάζειν τὸ πάσχα καθ᾽ ἑκάστην καὶ πασχάζειν Κυρίῳ τῷ θεῷ.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἐγγίζει ἡ ἡμέρα τοῦ Πάσχα, ἐπὰν σὺν θεῷ τὸ μέσον τῆς νηστείας ὑπερέβημεν. Ἀλλὰ τί, ὅτι ἐπειγόμεθα προφθάσαι τὸ Πάσχα τὸ γινόμενον καὶ ἀπογινόμενον; Οὐ μὴ ἐν πολλαῖς ἐτῶν περιόδοις τοῦτο ἐπετελέσαμεν; Καὶ τὸ παρὸν οὖν πάσχα παρελεύσεται· οὐδὲν γὰρ μόνιμον τῶν ἐν τῷ παρόντι αἰῶνι· ἀλλ᾽ ἡμέραι ἡμῶν ὡς ἡ σκιὰ παράγουσι, καὶ ὁ βίος ἡμῶν ὡς ἱππεὺς ταχυδρόμος πορεύεται, ἕως ἂν ἡμᾶς εἰς τὸ πέρας τῆς ζωῆς συνελάσῃ. Τί οὖν, φησὶν, οὐκ ἐπιθυμητὸν τὸ Πάσχα; Ἐπιθυμητὸν μὲν, καὶ ὅτι μάλιστα. Πῶς γὰρ οὖκ; ἀλλὰ τὸ καθ᾽ ἑκάστην ἡμέραν ἐπετελούμενον πάσχα. Καὶ τί τοῦτο; ὁ καθαρισμὸς τῶν ἁμαρτιῶν, συντριμμὸς τῆς καρδίας, τὸ τῆς κατανύξεως δάκρυον, τὸ τοῦ συνειδότος καθαρὸν, ἡ νέκρωσις τῶν ἐπὶ τῆς γῆς μελῶν, πορνείας, ἀκαθαρσίας πάθους, ἐπιθυμίας κακῆς, καὶ εἴ τινος ἄλλης ἐνεργουμένης πονηρίας. Ὁ γὰρ ἐν τούτοις καταξιωθεὶς γενέσθαι, οὐχ᾽ ἅπαξ τοῦ ἐνιαυτοῦ, ἀλλ᾽ ὡς ἔπος εἰπεῖν, καθ᾽ ἑκάστην πασχάζει τῷ Κυρίῳ ἑορτὴν πολύευκτον· ὃς δὲ οὐκ ἔχει τὰ προειρημένα, ἀλλ᾽ ὑπὸ παθῶν κεκρατεῖται, οὗτος οὐκ ἔχει τὸ ἑορτάζειν. Πῶς γὰρ ἑορτάζειν δύναται ὁ θεὸν ἔχων τὴν κοιλίαν; πῶς δὲ ὁ τῇ ἐπιθυμίᾳ τῆς σαρκὸς φλεγόμενος; πῶς ὁ τῇ βασκανίᾳ τηκόμενος; πῶς ὁ τῇ φιλαργυρίᾳ βυθιζόμενος; πῶς ὁ τῇ κενοδοξίᾳ δουλώμενος; πῶς ὁ τοῖς ἄλλοις πάθεσιν ἐνειλούμενος; Εἰ μὴ ἄρα λέγοι τις καὶ τὸν πυρέττοντα ἀναπαύσασθαι, καὶ τὸν ναυαγοῦντα εὐπλοεῖν· ἀλλ᾽ οὐκ ἐνδέχεται· οὐ γάρ ἐστι τὸν σκοτιζόμενον φωτίζεσθαι, οὐδὲ τὸν ἐνεργούμενον ἁμαρτήμασιν ἑορτάζειν.
Πεποίθαμεν δὲ περὶ ἡμῶν, ἀδελφοὶ, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας· οὐ γὰρ ἄλλος ἐστιν ὁ βίος ἡμῶν, ἢ παρασκευὴ ἑορτῆς. Ὅρα γὰρ τὸ γινόμενον. Ψαλμωδία τὴν ψαλμῳδίαν διαδέχεται· ἀνάγνωσις τὴν ἀνάγνωσιν· μελέτη τὴν μελέτην· προσευχὴ τὴν προσευχὴν, καθάπερ τις κύκλος ἄγων καὶ συνάπτων ἡμᾶς τῷ θεῷ. Ὡς καλὸς οὗτος ὁ βίος ὄντως καὶ ὑπέρκαλος! ὡς μακαρία ἡ ζωὴ καὶ τρισμακάριος!
Οὐκοῦν ἐπειδὴ ὑποδείχθη ἡμῖν τὸ ζητούμενον πάσχα, πρὸς τοῦτο ἐπειγόμεθα, ἀδελφοὶ τιμιώτατοι· καὶ τοῦτο, ὅση δύναμις, ἑορτάζομεν ἑκάστοτε διὰ τὴν νέκρωσιν τῶν παθῶν, καὶ τὴν ἀνάστασιν τῶν ἀρετῶν, κατὰ μίμησιν τοῦ Κυρίου· ὅτι καὶ αὐτὸς ἔπαθεν ὑπὲρ ἡμῶν· ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐπακολουθήσωμεν τοῖς ἴχνεσιν αὐτοῦ. Καὶ ταῦτα λέγω, οὐχ ἵνα κριταὶ τῶν ἄλλων γενώμεθα· ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει, ἀλλ᾽ ἵνα αἰσθανόμενοι τὴν δοθεῖσαν ἡμῖν χάριν ἀπὸ θεοῦ, εὐχαριστῶμεν τῷ δεδωκότι, δοξάζωμεν τὸν εὐεργέτην, ἀμειβώμεθα τὸν δεσπότην, ὃς οὐ μόνον τὰ παρόντα παρέσχεν, ἀλλὰ γνησίως δουλεύουσιν αὐτῷ μέχρι τέλους δώσειεν τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ· τὸ αἰώνιον ἐκεῖνο οὐράνιον Πάσχα· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.