Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 68

ΚΑΤΗΧΗΣΙΣ ΞΗ΄.
Εἰς τὸ ἔαρ.
Ὅτι δεῖ ἡμᾶς ἀνακαινίζεσθαι ἐπὶ τὰ πρόσω δι᾽ ὑπομονῆς τῶν προσπιπτόντων ἡμῖν ὁρωμένων καὶ ἀοράτων πειρασμῶν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ὅτι ὁ χειμὼν παρῆλθεν, καὶ τὸ ἔαρ εἰσῆλθεν, ὁρῶμεν τὴν κτίσιν ἀναθάλλουσαν· ἤγουν τὰ φυτὰ ἀνθοφοροῦντα· τὴν γῆν χλοηφοροῦσαν, τὰ πετεινὰ κελαδοῦντα, τὰ ἄλλα πάντα ἀνανεούμενα· καὶ ἐν τούτοις ἡδόμεθα καὶ δοξάζομεν τὸν ἀριστοτέχνην θεὸν, τὸν κατασκευάζοντα καὶ μεταποιοῦντα κατ᾽ ἔτος τὴν κτίσιν· καὶ εἰκότως· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, εἴ τε ἀείδιος αὐτοῦ δύναμις καὶ θειότης. Δεῖ δὲ ἡμᾶς μὴ μέχρι τούτου μόνον στῆναι, ἀλλὰ καὶ περαιτέρω προελθεῖν, καὶ εἰς ἑαυτοὺς ἀναθεωρῆσαι τὸν τῆς κτίσεως λόγον. Πῶς; Ὅτι ὁ ἀνακαινισμὸς οὗτος αἴτιον ἔχει τὸν χειμῶνα· οὐκ ἂν γὰρ εἰς αὐγὴν προελήλυθεν, εἰ μὴ πρότερον ὑπέστη νιφετοὺς καὶ ὄμβρους καὶ ἀνέμους· οὕτως καὶ ἐπὶ τῆς ψυχῆς, εἰ μὴ πρότερον χιωνιθῆσα ταῖς θλίψεσι καὶ ταῖς στενοχωρίαις καὶ ταῖς περιστάσεσιν, οὐκ ἂν ἀνθοφορῇ. Ἐνεγκοῦσα δὲ καὶ καρποφορεῖ καὶ μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ καθὼς γέγραπται. Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ᾽ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι᾽ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ.

Οὐκ οὖν καὶ ἡμεῖς, ἀδελφοὶ, ἐνέγκωμεν πᾶσαν θλίψιν, πᾶσαν στενοχωρίαν, πάντα πειρασμὸν, ὁρωμένως καὶ ἀοράτως, μᾶλλον τὴν αὐτὴν, ἣν ἕλκομεν νηστείαν, πεινῶντες καὶ διψῶντες, καὶ ὡς ἄλλως ταλαιπωρούμενοι, ἵνα καρποφορήσωμεν, καὶ μεταλάβωμεν εὐλογίας τοῦ θεοῦ. Οὐ μόνον δὲ, ἀλλ᾽ ἵνα καὶ θρέψωμεν τὸν Ἰησοῦν, καὶ ξενίωμεν· ὡς γὰρ ἡμεῖς τερπόμεθα αὐτῇ θέᾳ τῆς κτίσεως, οὕτω καὶ αὐτὸς τῇ ὥρᾳ τῆς ψυχῆς ἡμῶν. Τίνες δὲ οἱ καρποί; Ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθοσύνη, πίστις, πραότης, ἐγκράτεια· τούτοις τρέφεται, τούτοις δεξιοῦται· Καὶ μακάριος ὁ τρέφων αὐτόν! ὅτι ἀπ᾽ αὐτοῦ τρεφήσεται τοῖς αἰωνίοις ἀγαθοῖς. Καὶ μακάριος ὁ ξενίζων αὐτὸν, ὅτι ἀπ᾽ αὐτοῦ ξενισέται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὁρᾶ, ὦδε βασιλεία ἐάν τις ὑφέστιον ἔχει, χαίρει καὶ εὐφραίνεται μεγάλως· πόσῳ γε μᾶλλον, ὁ τὸν βασιλέα τῶν βασιλεύοντων, καὶ κύριον τῶν κυριευόντων λαμβάνων ὑφέστιον! Ὅ τι δὲ λαμβάνεται, δῆλον ἀφ᾽ ὧν αὐτὸς εἴρηκεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν· Καὶ πάλιν· Ὁ ἔχων τὰς ἐντολάς μου, καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.

Οὐκοῦν ἐπεὶ τοιαῦται αἱ ἐπαγγελίαι, μὴ μόνον ἐνέγκωμεν· ἀλλὰ καὶ μετὰ χαρᾶς ὑποίσωμεν πάντα τὰ τετραπόντα καὶ τὰ ὑπολαλούμενα, καὶ τὰ προσδοκώμενα, ἀκούοντες τοῦ Ἀποστόλου λέγοντος· Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία. Καὶ πάλιν τοῦ ἁγίου Ἰακώβου φάσκοντος· Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν ἐν πειρασμοῖς περιπέσητε ποικίλοις, γινώσκοντες ὅτι τὸ δόκιμον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω· ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.

Ὁρᾶς ὅτι ἐν πειρασμοῖς ἡ χαρὰ, καὶ ἐν ταῖς θλίψεσιν ἡ θυμηδία. Οὕτως γάρ ἐστι τὰ κατὰ θεὸν ἀνταλλαττόμενα καὶ οὕτως οἱ ἅγιοι ἐπολιτεύσαντο· οὕτω καὶ ἡμεῖς βιαζόμενοι, καὶ κατ᾽ ἴχνος αὐτῶν πολιτευόμενοι, κληρονομήσομεν βασιλείαν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·