Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 69

ΚΑΤΗΧΗΣΙΣ ΞΘ΄.
Εἰς τὴν μνήμην τοῦ ἁγίου Πλάτωνος.
Ὅτι οἱ ἐν ταῖς θλίψεσι καὶ στενοχωρίαις τὸν βίον διαμείψαντες ἀῤῥήτου τινὸς καὶ ἀλύπου ἡδονῆς ἀπολαύουσιν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ.

Παντὶ ἀνθρώπῳ ἀρχομένῳ καὶ λόγου καὶ πράγματος, ἐν ἀρχῇ μὲν θλίψις καὶ δυσχέρεια, ἐπὶ τέλει δὲ τοῦ ἀγωνίσματος χαρὰ καὶ εὐφροσύνη. Καὶ γοῦν γεωργὸς σπείρει μὲν ἐν δάκρυσι, κατὰ τὸ ἀδόμενον, θερίζει δὲ ἐν ἀγαλλιάσει. Καὶ στρατιώτης ἀπαίρων εἰς πόλεμον στυγνάζειν πέφυκεν· ἐπανιὼν δὲ τοῦ πολέμου, περιχαρῶς ἔχει. Τοίνυν καὶ ἡμεῖς ἐπὶ τῷ τέλει τῆς ἐγκρατείας ἐληλυθότες, οὐκ ἔτι μνημονεύομεν τοῦ ὑποπιασμοῦ τῶν προτέρων ἀγωνισμάτων, ἀλλὰ χαίρομεν τοῖς παροῦσι, καὶ δοξάζομεν τὸν δεσπότην, εἴη δὲ καὶ πρὸς τὸ ἑξῆς ἐν ἀγαθοῖς ἀγωνίσμασι διαπρέπειν ὑμᾶς. Μαρτυρῶ γὰρ ὑμῖν, ὅτι δεξιῶς τὸν χρόνον τῆς νηστείας διηνύσατε ἄμαχον, ἀτάραχον, εὐήκοον, εὐκατάνυκτον· ἕκαστος τῇ ἰδίᾳ διακονίᾳ αὐτάρκως ἐξυπηρετησάμενος. Καὶ χάρις τῷ δυνατῷ θεῷ, ὃς ἐδυνάμωσεν ὑμᾶς τὴν συμπλήρωσιν ποιήσασθαι.

Τοῦτο οὖν τὸ ὑπόδειγμα λάβωμεν, ἀδελφοὶ, καὶ ἐπὶ συντελείᾳ τοῦ τῇδε βίου, ὅταν καταπαύσωμεν ἕκαστος ἀπὸ τῶν ἔργων αὐτοῦ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν· ὅταν παραδῶ τὴν βασιλείαν τῷ θεῷ καὶ Πατρὶ, καθὼς γέγραπται· ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν, ἐξουσίαν καὶ δυνάμιν· ὅτι καὶ τότε οὐ λήψονται αἴσθησιν τῶν ὑπὲρ ἀρετῆς παθημάτων τε καὶ ἀγωνισμάτων οἱ ἅγιοι· ἀλλ᾽ ἀλύπου τινὸς καὶ ἀῤῥήτου ἡδονῆς ἀπολαύσουσιν αἰωνίως.

Καὶ τίνες οὗτοι; Οἱ πρὸ νόμου καὶ ἐν νόμῳ κλεινοὶ πατέρες καὶ προφῆται· οἱ κατὰ τὸν Ἀβραὰμ, οἱ κατὰ τὸν Μωσέα· ἐν τῇ χάριτι οἱ μακάριοι ἀπόστολοι, οἱ νικηφόροι μάρτυρες, σύμπας ὁ τῶν ἁγίων χορός. Ἐπὶ τούτοις καὶ πρὸ τούτων ὁ μέγας Πρόδρομος, οὗ μιμητὴς ἠξιώθη γενέσθαι ἐν τῷ ἐλεγμῷ τοῦ μοιχεύσαντος βασιλέως, Πλάτων ὁ ὅσιος πατὴρ ἡμῶν· οὗ καὶ τὴν μνήμην σήμερον ἑορτάζειν ἡξιώμεθα.

Ἀλλ᾽ ἐπειδὴ καλοῦ διδασκάλου, καλοὶ καὶ μαθητευόμενοι ὀφείλουσιν εἶναι, ὡς ἂν ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκηται· παρακαλῶ καὶ δέομαι, τῷ αὐτῷ κανόνι, τοῖς αὐτοῖς ἴχνεσι, οἷς κἀκεῖνος καὶ οἱ λοιποὶ πατέρες, καὶ ἀδελφοὶ ἡμῶν περιπάτησαν, περιπατήσωμεν καὶ ἡμεῖς, μηδὲν ὑφιέντες τῆς ἀσκήσεως, μηδὲν τῆς προκειμένης ὁμολογίας. Ἤδη γὰρ πάντως ἠκούσατε τί πέπραχεν Ἀλέξανδρος ὁ δύστηνος· ἐξηρνήσατο καὶ τὴν ὑποταγὴν, καὶ τὴν ὁμολογίαν. Καὶ πόθεν τοῦτο πέπονθεν; Ἀλλ᾽ ἢ ἐκ τοῦ εἶναι αὐτὸν μεμονωμένον; Ὃ πολλάκις ἐγκαλῶ τοῖς μεμονωμένοις, ἐκ τοῦ φιλαργυρίσαι αὐτὸν κατὰ τὸν Ἰούδαν· ἀμφότεροι οὖν προέδωκαν τὸν Κύριον τῆς δόξης· ὁ μὲν τοῖς Ἰουδαίοις· ὁ δὲ τοῖς ὁμόφροσι τῶν Ἰουδαίων εἰκονομάχοις. Εἰκότως οὖν ὁ Ἀπόστολος βοᾷ· Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοῖς περιέπειραν ὀδύναις πολλαῖς.

Βούλομαι δὲ ἐνταῦθα καί τινων ὑμῶν καθάψασθαι οὐκ ἀπεικότως. Διὰ τί; Ὅτι ἐπειδὴ φίλαρχος ἦν καὶ φιλοπρωτεύων ἐκεῖνος ὁ μάταιος, συνεπιτιθέμενοί τε αὐτῷ κατὰ παιδιὰν τῷ πράγματι ψηφιζόμενοι αὐτὸν ὡς ἱερέα. Κἀκεῖνος τὸ παίγνιον προήγαγεν εἰς ἔργον, πειραθεὶς τῷ διαβόλῳ, ὦ τι πέπονθεν ὁ δείλαιος! Ἐναυάγησε περὶ τὴν πίστιν· ἀπώλεσε τὰ ἀγώγιμα τῆς ἀρετῆς· ἐλύπησε καὶ ἡμᾶς τοὺς ταπεινοὺς· ἐσκανδάλισεν, ὅσον τὸ καθ᾽ ἑαυτὸν, τὴν ἐκκλησίαν τοῦ θεοῦ. Ἀλλ᾽ ὁ ἀγαθὸς Θεὸς ἡμῶν ὁ ἀνάγων ἐκ βυθοῦ ἀπωλείας τὴν βυθισθεῖσαν ψυχὴν, ὀψέ ποτε κἀκεῖνον μεταμεληθέντα ἀνακαλέσειε τοῦ πτώματος· ὑμῖν δὲ συγχωρήσειεν ἐπὶ τῇ προπετείᾳ καὶ ματαιολογίᾳ· πάντας τε ἡμᾶς σώσειεν εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·