Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 70

ΚΑΤΗΧΗΣΙΣ Ο΄.
Εἰς τὸ τέλος τῆς Τεσσαρακοστῆς.
Περὶ τοῦ ὑποῖσαι ἡμᾶς πᾶσαν βάσανον κατὰ μίμησιν τοῦ τε Κυρίου καὶ τῶν Ἁγίων.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἴσως ἐλύπησεν ἡμῶν ἡ προλαβοῦσα κατήχησις ὑποφήνασα πειρασμοὺς μελετᾶσθαι καθ᾽ ἡμῶν· Ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν, φησιν ὁ Κύριος, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν· ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν ὑμῖν λέγω. Καὶ πάλιν ὁ ἀπόστολος· Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ τὸ ἀσφαλές. Ἀσφαλισώμεθα οὖν παρακαλῶ πάσῃ τῇ ἀσφαλείᾳ πνευματικῇ. Καὶ εἰ μὲν εἰς ἔργον προβῇ τὸ λαλούμενον, ὑπαντήσωμεν σὺν Θεῷ κάλλιστα· εἰ δὲ μὴ, καὶ οὕτως οὐκ ἀλυσιτελὲς ἡμῖν γενήσεται, τοῦ ἀγαθοῦ ἡμῶν θεοῦ τὴν τοιαύτην παρασκευὴν ἀποδεχομένου, καὶ χωρὶς πόνων καὶ πληγῶν στεφανοῦντος τοὺς οὕτω προαιρουμένους.

Ἤδη δὲ ἡ τεσσαρακοστὴ ἐπὶ τέλει, καὶ καλὴν ἐπήγαγεν ὁ καιρὸς τὴν κορωνίδα· τοῦτ᾽ ἐστιν τὴν ἀνάμνησιν τῶν ζωοποιῶν παθημάτων τοῦ Σωτῆρος, ἐν οἷς ἔχομεν παρακαλεῖσθαι ὅτι μάλιστα. Εἰ γὰρ ὁ Κύριος καὶ Θεὸς ἡμῶν συνελήφθη διὰ τὰς ἁμαρτίας ἡμῶν, τί μέγα εἰ καὶ ἡμεῖς συλλήφθημεν δι᾽ αὐτὸν οἱ ἀχρεῖοι δοῦλοι; Καὶ εἰ αὐτὸς ἐδέθη καὶ δεσμώτης ἀπήχθη καὶ ἐφυλακίσθη, τί ξένον, εἰ καὶ ἡμεῖς τοῦτο παθήσωμεν τῷ δεσπότῃ; Μενοῦνγε καὶ λίαν ὀδυνηρὸν τὸ μὴ φθάσαι ἐν τοῖς τοιούτοις. Ἀλλὰ γὰρ καὶ εἰ δέοι ἡμᾶς μαστιγωθῆναι, οἴσωμεν τὰς μάστιγας· καὶ εἰ δέοι ῥαπισθῆναι, οἴσωμεν τὰ ῥαπίσματα· καὶ εἰ χρὴ ἐμπτυσθῆναι· οἴσωμεν τὰ ἐμπτύσματα· καὶ τέλος, εἰ δέοι θανατωθῆναι, οἴσωμεν ἀοίδιμον θάνατον. Καὶ εἴ γε τις ἀξιωθείη κατά τι γοῦν κοινωνὸς γενέσθαι τῶν Χριστοῦ παθημάτων, τοῦτο μακαριότης, τοῦτο ἀθανασία.

Οὐκ ἀκούωμέν τι φησιν ὁ ἀπόστολος; Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ὡς ἂν ἔλεγεν· μηδείς μου καταφρονείτω· ἐγὼ γὰρ τὰ ὡραιώματα τοῦ παμβασιλέως Χριστοῦ ἐν τῇ σαρκί μου περιφέρω. Τοιοῦτος ἦν καὶ ὁ ἅγιος Ἰγνάτιος, θεοφόρον ἑαυτὸν ἀποκαλέσας, ἐν τῷ φέρειν ἐν ἑαυτῷ τοῦ Κυρίου παθήματα. Τοιοῦτος ἦν καὶ ὁ ἅγιος Εὐστράτιος, ἐν αὐταῖς βασάνοις βοῶν· Καὶ ἐγὼ νῦν οἶδα ὅτι ζῇ ἐν ἐμοὶ ὁ Χριστός. Ὦ μακαρίων φωνῶν! Ὦ τρισμακαρίων ψυχῶν! Τίνος οὖν ἐπιτελοῦμεν τὰ μνημόσυνα; Τίνων δὲ ἑορτάζομεν τὰ γενέθλια; Τίσι δὲ ἀνεγείρομεν ναοὺς ἱερούς; Τίνων δὲ προσκυνοῦμεν τὰ λείψανα; Οὐ τῶν μαρτύρων; Οὐ τῶν ὁμολογητῶν; Οὐ τῶν ὁσίων; Καὶ εἰ ἐνταῦθα τηλικῆς τῆς δόξης ἠξιώθησαν, πόσης ἂν καὶ λαμπρότητος ἐν τῷ μέλλοντι αἰῶνι ἀπολαύσειεν; Ἄῤῥητος καὶ ἀνεπινόητος ὁ λόγος· αὕτη ἡ καλὴ πραγματεία, αὕτη ἡ μακαρίστη συναλλαγὴ μικροῖς πόνοις καὶ ἀγῶσιν ὠνήσασθαι τὰ αἰώνια καὶ ἀτελεύτητα.

Μιμησώμεθα οὖν αὐτοὺς καὶ ἡμεῖς, ἀδελφοί· μίξωμεν τὸ αἷμα ἡμῶν μετὰ τοῦ αἴματος τοῦ ἁγίου· δυνατὸν γὰρ· οὔτε γὰρ ἡ φύσις παρήλλακται, οὔτε ἠλλοίωται ὁ λέγων· Εἴδετε, εἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι· Ἐξ ἴσου πᾶσι φιλεῖ, ὑπὲρ πάντων ἀπέθανε· καὶ πᾶσι προκεῖται τροφὴ ἀδαπάνητος· Πάντων ἐρᾷ τῆς σωτηρίας, καὶ πλοῦτος αὐτῷ τοῦτο ὅτι· Πλουτῶν, γάρ φησιν, ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Οὐκοῦν ἐπικαλεσώμεθα αὐτὸν ἐν τοῖς φθάσασι· καὶ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν ταῖς ψυχαῖς ἡμῶν· περιασπασώμεθα αὐτὸν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν, ὁρωμένους τε καὶ ἀοράτους· ὑπομείνωμεν αὐτὸν, καὶ αὐτὸς στεφανώσει ἡμᾶς εἰς ἡμέραν ἐξαναστάσεως νεκρῶν, εἰς ἡμέραν ἐπιφανείας αὐτοῦ, εἰς ἣν καταξιωθείημεν ἀκαταγνώστως φθάσαι καὶ παρασταθῆναι τῷ βήματι αὐτοῦ ἀκατακρίτως διδόντες ἀπολογίαν ἀγαθὴν ἐν αὐτῷ Χριστῷ τῷ θεῷ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·