Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 8
ΚΑΤΗΧΗΣΙΣ Η΄.
Μετὰ τὴν Ἀνάληψιν, ῥηθεῖσα ἐν ἀναληψίμῳ.
Ὅτι δεῖ μετὰ καθαροῦ συνειδότος μετέχειν τῶν ἁγιασμάτων.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἡ ἀνάληψις πάρεστιν, καὶ ἡ ἑορτὴ συμπέρασμά ἐστι τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονομίας. Πάντα γὰρ πληρώσας κατὰ τὸ πατρικὸν θέλημα ἀνελήφθη ἐν δόξῃ, καὶ συνήγειρε, καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἁγίας σαρκὸς αὐτοῦ. Καὶ τίς ὁ πλοῦτος τῆς δόξης αὐτοῦ; Καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ; ὅτι τὴν ταπεινὴν καὶ οὐδαμινὴν ἡμῶν φύσιν εἰς τὸν βασιλικὸν θρόνον ἀνήγαγεν, ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνουμένην. Τοῦτο οὖν ἐννοοῦντες φρίξωμεν, ἀδελφοὶ, καὶ σεβασθῶμεν τὸ μέγεθος τῆς δωρεᾶς, καὶ ἀξίως τῆς κεφαλῆς ἡμῶν πολιτευσώμεθα, ὡς μέλη Χριστοῦ, ὡς σύσσωμοι καὶ συμμέτοχοι καὶ συγκληρονόμοι αὐτοῦ, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ διὰ πάσης ὑπακοῆς καὶ ταπεινοφροσύνης, διὰ πάσης ἐπιμελείας καὶ προσοχῆς, μηδὲν ἐπιφερόμενοι ἔκτοπον, μηδὲν παρ᾽ ἐντολήν τι πράττοντες.
Ὁ γοῦν ῥυπαίνων τὴν σάρκα, οὐκ ἐστὶ μέλος Χριστοῦ· ὁ μνησικακῶν οὐκ ἐστὶ μέλος Χριστοῦ· ὁ ἄλλῳ τινὶ πάθει ἐνεργούμενος οὐκ ἐστὶ μέλος Χριστοῦ, οὐμὴν οὐδὲ ἄξιος συμμετέχειν τῶν ἁγιασμάτων. Φησὶν ὁ ἀπόστολος· Δοκιμαζέτω δ᾽ ἕκαστος ἑαυτόν· καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ κυρίου. Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί· εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα, κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακρινώμεθα. Ὥστε ὁσιώμεθα καὶ καθαρώμεθα ἵνα ἀξίως μέλη Χριστοῦ κεκλήμεθα, καὶ τῶν ἁγιασμάτων μετέχωμεν· εἰ δὲ ὅτι συμβαίνει ἀνάπτεσθαι ἡμῖν ἐξ ἀπροσεξίας ἐπιθυμίαν πονηρὰν, ἢ ὀργὴν, ἢ φθόνον, ἢ μῖσος, ἤ τι ἄλλο τῶν μισουμένων θεῷ, οὐ θαυμαστόν. Ἀλλ᾽ ἵνα τάχιον ἀποκαθιστώμεθα πάλιν εἰς τὴν ἀρχαίαν ἔξιν, καὶ ὑγιαζώμεθα, καὶ μὴ ἐπιμένωμεν τῇ κακίᾳ. Τὸ γὰρ ἐπιμένειν ἀπαραίτητον ἔχει τὸ κρῖμα.
Ἢ οὐχὶ καὶ ὁ θάνατος ἀφνίδιος ἐπέρχεται; Ἰδοὺ χθὲς ἐπεσκεψάμεθα ἀσθενοῦντα τὸν ἐπίσκοπον, καὶ εὕρομεν αὐτὸν ἐν δεινοῖς ὅλον ἐκδεδαπανημένον ὑπὸ τοῦ πυρετοῦ, ὅλον ἠπορημένον ἐξ ἀσθενείας ἐντεῦθεν καὶ ἐντεῦθεν βλέποντα, καὶ μηδαμοῦ βοήθειαν εὐρίσκοντα· ἀλλ᾽ ἢ μόνον τὸ συνειδὸς, εἴτε ἀγαθὸν εἴτε κακόν. Τί οὖν; Οὐχὶ καὶ ἡμεῖς τὰ αὐτὰ πεισόμεθα; Τί δέ; οὐχὶ ταῦτα ὄναρ καὶ σκιὰ πρὸς τὰ μέλλοντα κολαστήρια; Τὸ πῦρ ἐκεῖνο οὐ σβέννυται· ὁ σκώληξ οὐ τελευτᾷ· τὰ σκότη οὐ διασκεδάζεται· τὸ δεσμὰ οὐ διαλέλυται· τὰ τάρταρα οὐ καταλήγει· ὁ βρυγμὸς τῶν ὀδόντων οὐ καταπαύει· τὰ ἄλλα πάντα βασανιστήρια διαιωνίζονται.
Ταῦτα οὖν ἀναλογιζόμενοι ἐναργῶς, ἀδελφοὶ, μήτε φιλοπαθῶμεν, μήτε φθονῶμεν, μήτε βασκαίνωμεν, μήτε ὀργιζώμεθα, μήτε καταλαλῶμεν, μήτε ψευδολογῶμεν, μήτε ἄλλο ἐναντίον πράττωμεν. Ἀλλὰ καὶ εἰρηνεύωμεν, καὶ εὐσταθῶμεν, καὶ κατανυσσώμεθα, καὶ ἀγαθυνώμεθα, καὶ θεοφιλῶς ἀγαπῶμεν ἀλλήλους. Καὶ πάντα τὰ προστεταγμένα πράττωμεν, ἵνα καὶ τῆς κολάσεως φύγωμεν, καὶ τῆς αἰωνίου τύχωμεν ζωῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.