Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 71

ΚΑΤΗΧΗΣΙΣ ΟΑ΄.
Τῇ παρασκευῇ τοῦ Λαζάρου.
Ὅτι δεῖ φυλάττειν ἑαυτοὺς ἀπὸ τῆς τοῦ διαβόλου πανουργίας· καὶ περὶ τοῦ μὴ ἀφιδιάζειν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Εἴρηκε ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις· Σίμων, Σίμων, ἐζήτησεν ὁ σατανᾶς τοῦ σινιάσαι ὑμᾶς ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπη ἡ πίστις σου. Τοιοῦτόν τι καὶ ἐφ᾽ ἡμῖν, τοῖς ταπεινοῖς, ἔφθασε γενέσθαι. Ἀλλὰ ὁ ὑπεράγαθος οὐκ εἴασεν ἡμᾶς λυπηθῆναι ὑπὲρ ὃ δυνάμεθα· ἀλλ᾽ ἐποίησε σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν. Καὶ ἴστε ὃ λέγω. Ἀποδέξαμεν ὑμῶν τὴν φιλάδελφον συγκίνησιν τε καὶ σύνθλιψιν, ὡς θεάρεστον, ὡς ὠφέλιμον, ὡς αἰνέσιμον κατὰ τοῦ Ἀποστόλου εἰρημένον. Ἰδοὺ γὰρ αὐτὸ τοῦτο, τὸ κατὰ θεὸν λυπηθῆναι ὑμᾶς, πόσην κατειργάσατο ὑμῖν σπουδήν· ἀλλ᾽ ἀπολογίαν, ἀλλ᾽ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλ᾽ ἐκδίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγίους εἶναι ἐν τῷ πράγματι.

Ἆρα ἀδελφῶν ἀληθινῶν ἡ τοιαύτη διάθεσις· ἢ καὶ ὁ λόγος ἐπιζητεῖ· φησὶ γάρ· Εἴ τε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· καὶ εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Σὺ δὲ σκόπει τοῦ διαβόλου τὴν σπουδήν τε καὶ τὴν ἐπιμέλειαν, πῶς ὥσπερ λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπίῃ, τίνα λάβῃ θηράσιμον, εἴτε ἀπὸ μέρους, εἴτε ἐξ ὁλοκλήρου· οὐδὲ γὰρ ἐπὰν ἀπὸ μέρους λάβῃ ἀρκεῖται, ἀλλὰ πρόεισιν ἀεὶ εἰς τὸ χεῖρον ἕως ἂν ἀποτελέσῃ θάνατον ἁμαρτίας. Οἷον πειρᾶται πρῶτον εἰσδέξασθαι ἡμᾶς τὴν προσβολὴν· εἶτα φθέγξασθαι κατὰ τὴν καρδίαν πονηρὰν· εἶθ᾽ οὕτω χράνας καὶ φαρμάξας τὴν ψυχὴν ἐξίστησιν αὐτὴν τῆς κατὰ φύσιν ἕξεως, καὶ ποιεῖ αὐτὴν ἄνουν καὶ ἄλογον, καὶ τυφλὴν, ἐφιεμένην, ἃ μὴ δεῖ, ἀντὶ φωτὸς σκότος, ἀντὶ γλυκύτητος πικρότητα, ἀντὶ ζωῆς θάνατον· καὶ τοιοῦτος μὲν ὁ τοῦ πειρασμοῦ ὄλεθρος.

Ἡμεῖς δὲ, ἀδελφοὶ, πάσῃ φυλακῇ τηρήσωμεν τὰς ἑαυτῶν ψυχὰς, μὴ διδόντες τόπον τῷ διαβόλῳ, ἀλλ᾽ εὐθὺς τὴν προσβολὴν ἀπαρνησάμενοι· εἰ δὲ ἡττηθῶμεν ἐντεῦθεν κἂν μὴ χρανθῆναι· εἰ δὲ καὶ τοῦτο πάθοιμεν· ἀλλὰ μὴ ἐγχρονίσαι καὶ κατασυρῆσαι εἰς τὸ τέλος τῆς ἁμαρτίας· συμβαίνει δὲ ἡμᾶς τοῦτο πανθάνειν ἐκ τῶν προλήψεων, ἐκ τῶν πάλαι ἀναμνήσεων. Ἀλλὰ φύγωμεν τὰς προλήψεις· φύγωμεν τὰς νεωτερικὰς ὑπομνήσεις· ἐν γὰρ τῷ ἐκεῖσε ἑλῆσαι διὰ τῆς ἀναθεωρήσεως γίνεσθαι ἡμᾶς, τί ἄλλο ἐστὶν εἰπεῖν, ἢ ὅτι ἐστράφημεν τῇ καρδίᾳ εἰς Αἴγυπτον; Ὅπερ φυλακτέον ἡμῖν κατὰ τὸν ἔνδον ἄνθρωπον. Πρὸς δὲ τὸν ἕξω, καθὼς διδάσκει ὁ ἀπόστολος, Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω· ἀλλ᾽ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι· καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Πᾶσα πικρία, καὶ θυμὸς, καὶ κραυγὴ, καὶ ὀργὴ, καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν σὺν πάσῃ κακίᾳ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐχαρίσατο ἡμῖν.

Πρὸς δὲ τούτοις φύγωμεν καὶ τοὺς ἀφιδιασμοὺς ὡς αἰτίους πτωμάτων. Οὐαί! Οἱ ἀδελφοί σου ἔνδον τῆς αὐλῆς, καὶ σὺ ἔξω; Οἱ ἀδελφοί σου ἐν ἡσυχίᾳ· καὶ σὺ ἐν ματαιολογίᾳ. Οἱ ἀδελφοί σου κοιταζόμενοι, καὶ σὺ ὧδε κἀκεῖσε εἰς τόπους ὑπαιτίους; Ἐντεῦθεν τὰ σκάνδαλα, ἐντεῦθεν τὰ πτώματα. Πρόβατον ἀποσπασθὲν τῆς ἀγέλης, τί γίνεται; οὐχὶ θηράλωτον; Οὕτως καὶ ὁ τῆς ἀδελφότητος ἀφιδιαζόμενος. Ἀλλὰ μηδαμῶς οὕτως, ἀδελφοὶ, μηδαμῶς· πάντα δὲ εὐσχημόνως, καὶ κατὰ τάξιν γινέσθω· πάντα ἐνώπιον τοῦ θεοῦ ἐφορῶντος τὰ κρυπτὰ ἡμῶν καὶ τὰ φανερὰ, τὰ καθ᾽ ἡμέρας τὰ κατὰ νύκτα, τὰ κατὰ πᾶσαν κίνησιν ἡμῶν σωματικὴν καὶ νοητὴν· ἵνα οὕτως εἴημεν ἀπρόσκοποι καὶ Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ.

Καὶ ὁ μὲν περὶ πάντων λόγος τοιοῦτος. Ἐπειδὴ δὲ ἡ Τεσσαρακοστὴ πέρας ἔχει, δῶμεν δόξαν τῷ θεῷ τῷ καταξιώσαντι ἡμᾶς ἐν τοῖς περὶ αὐτῆς ἀγωνίσμασιν. Ἰδοὺ ὁ κόπος παρῆλθεν, ἀλλ᾽ ὁ μισθὸς μένει· τὸ σῶμα ἐλεπτύνθη, ἀλλ᾽ ἐλιπάνθη τὸ πνεῦμα. Καὶ λιπανθείητε καὶ ἁγιασθείητε ἔτι καὶ ἔτι· καὶ ὁλόκληρον ἡμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα, ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·