Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 72

ΚΑΤΗΧΗΣΙΣ ΟΒ΄.
Τῇ μεγάλῃ ἑβδομάδι.
Περὶ τοῦ σωτηρίου πάθους· καὶ διδασκαλία περὶ ταπεινοφροσύνης καὶ ὑπομονῆς.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἡ παροῦσα ἡμέρα ἁγία καὶ προσκυνητὴ ἀπ᾽ αὐτῆς γὰρ ἄρχεται ὁ Κύριος τὰ κατὰ τὸν σταυρὸν ὑπὲρ ἡμῶν ἀναδέχεσθαι παθήματα· κατὰ τὸ ὑπὸ τοῦ Δαυῒδ εἰρημένον· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Συνήχθησαν γὰρ ἐπὶ τὸ αὐτὸ βουλὴν πονηρὰν βουλευόμενοι κατὰ τοῦ δεσπότου· καὶ Ἰούδας ὁ δόλιος μαθητὴς ἐξήρνηται, καὶ τὸν διδάσκαλον φιλήματι δολίῳ παραδίδωσι. Καὶ δεσμώτης ἄγεται ὁ τῶν ὅλων Κύριος· καὶ κριτηρίῳ παρίσταται καὶ διερωτᾶται, καὶ ἀποκρίνεται, καὶ ἀποκριθεὶς (Ὦ τοῦ φοβεροῦ ἀκούσματος!) ὑπὸ δούλου ῥαπίζεται, καὶ μακροθύμως φέρει λέγων· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Εἶτα ἐρεσχελεῖται, ἐμπαίζεται, μυκτηρίζεται, χλευάζεται, ἐμπτύεται, κολαφίζεται, μαστιγοῦται, ἐπὶ τὸν σταυρὸν ἄνεισι. Κἀκεῖ ἀνελθὼν ὑπὲρ τῶν φονευτῶν προσεύχεται· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασί τι ποιοῦσιν. Ἔπειτα χολὴν ποτίζεται μετ᾽ ὄξους, λογχεύεται, τεθανάτωται ὁ ἀθάνατος.

Ταῦτα ὡς ἐν κεφαλαίῳ εἰπεῖν τὰ τοῦ δεσπότου παθήματα· καὶ ταῦτα ὁ συνετῶς ἀκούων, οὐκ ὀργίζεται, οὐ παροξύνεται; οὐ μηνιᾷ, οὐ φυσιοῦται, οὐ κατεπαίρεται τοῦ ἀδελφοῦ, οὐ φθονεῖ, οὐ φιλοδοξεῖ· ἀλλὰ ταπεινοῦται, συντρίβεται, ἡγεῖται ἑαυτὸν γῆν καὶ σποδόν. Ἐπιθυμεῖ τις τὴν κοινωνίαν τῶν τοῦ Χριστοῦ παθημάτων; συμμορφωθῆναι τῷ θανάτῳ αὐτοῦ ἐπείγεται· ὡς ἂν καὶ συμμετασχῇ τῆς δόξης ἐν τῇ ἀναστάσει αὐτοῦ. Ἀλλὰ θαρσεῖτε καὶ ὑμεῖς ὅτι πάντες ἐκοινωνήσατε, καὶ κοινωνεῖτε τοῖς δεσποτικοῖς παθήμασιν· Ὁρᾶτε γὰρ ποῦ ἐστέ; Οὐχὶ διὰ τὸν λόγον αὐτοῦ καὶ τὴν μαρτυρίαν αὐτοῦ ἐν ἐξορίᾳ; ἐν διωγμῷ; οὐχὶ καὶ πρότερον ἐλάβετε φυλακῶν; οὐχ αἷμα ἐκενώσατε ἐξ αἰκισμῶν; οὐχὶ καί τινες τῶν ἀδελφῶν ἡμῶν ἐτελειώθησαν ἀθλητικῶς; Τοιοῦτον οὖν τὸ καύχημα ἡμῶν ἐν Κυρίῳ, καὶ τοιοῦτο τὸ δώρημα· Ἀλλ᾽ ἐπειδὴ ἕως τέλους οὐκ ἐστὶ ἀσφαλὴς ὁ μακαρισμὸς τῷ ἀνθρώπῳ διὰ τὸ εὐμετάτρεπτον, καὶ τὸ μὴ εἰδέναι τι τέξεται ἡ ἐπιοῦσα, παρακαλῶ· στήκετε ἐν Κυρίῳ ἀκλινεῖς καὶ ἀπερίτρεπτοι, ὡς ἐν ἑνὶ πνεύματι, ἐν μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, ἐν μηδενὶ πτυρόμενοι ὑπὸ τῶν ἀντικειμένων· μηδὲ διδόντες προκοπὴν ἐν μηδενὶ, ἀλλὰ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπακοῇ, ἐν ταπεινοφροσύνῃ, ἐν πραότητι, ἐν μακροθυμίᾳ, ἐν ὑπομονῇ πολλῇ. Ὑπομονῆς γὰρ χρείαν ἔχετε, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.

Τί ἀπεχθανόμεθα ἐν ταῖς θλίψεσι; καὶ οὐχὶ μᾶλλον αἱρούμεθα καθ᾽ ἡμέραν ἀποθνήσκειν ὑπὲρ τοῦ δεσπότου; Γέγραπται γὰρ· Εἰ συναποθάνομεν, καὶ συζήσομεν, εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται. Ἡλίκην χαρὰν ἔξουσιν οἱ ἅγιοι, ἡνίκα ἴδωσι τὸν Κύριον ἐξ οὐρανοῦ ἐρχόμενον μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν χαρᾷ ἀνεκλαλήτῳ, προσκαλούμενον αὐτοὺς, στεφανοῦντα, συνεσόμενον αὐτοῖς εἰς αἰῶνα αἰῶνος; Ὁποίαν δὲ ὀδύνην ἕξουσιν οἱ ἠπειθηκότες τῷ εὐαγγελίῳ, οἱ παρακρουσάμενοι τὰς ἐντολὰς αὐτοῦ· οἵ τινες δίκην τίσουσι κατὰ τὸ γεγραμμένον; Ὄλεθρον αἰώνιον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἀπὸ προσώπου τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν εἰς αὐτόν.

Ταῦτα οὖν ἀναθεωροῦντες, ἀδελφοὶ, καὶ ἀναλογιζόμενοι, ἔτι καὶ ἔτι καθάρωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ, προθυμούμενοι πρὸς τὰ κρείττονα ἀναβιβαζόμενοι ἐπὶ τὰ τελειώτερα, ἀποστυγοῦντες τὸ πονηρὸν, κολλώμενοι τῷ ἀγαθῷ, τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, τῇ σπουδῇ μὴ ὀκνηροὶ, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ἵνα ἐν τοιαύτῃ εἰλικρινότητι ἀξίως καὶ τὸ παραυτίκα Πάσχα πασχάζωμεν· καὶ ἐν ἀπολαύσει γενέσθαι καταξιωθῶμεν τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·