Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 73
ΚΑΤΗΧΗΣΙΣ ΟΓ΄.
Εἰς τὴν μεγάλην ἑβδομάδα.
Περὶ τοῦ πάθους τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Πάντοτε μὲν οὖν τὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παθήματα ὑπομνηματιζόμενα κατανύσσειν οἶδε τὴν ψυχὴν, μάλιστα δὲ ἐν ταῖς ἡμέραις παρούσαις, ἐν αἷς ἕκαστον αὐτῶν πείρας εἴληψεν. Τίνα δὴ οὖν ἐστιν τούτων; Τὸ φονικὸν κατ᾽ αὐτοῦ βουλευτήριον, ἡ Ἰουδαϊκὴ σύλληψις, ἡ ἐπιθανάτιος ἐπαγωγὴ, ἡ ἐπὶ βήματος τοῦ Πιλάτου παράστασις, ἡ ἀνάκρισις, ἡ ἀνέτασις, τὰ ῥαπίσματα, τὰ ἐμπτύσματα, οἱ ὀνειδισμοὶ, οἱ καταγέλωτες, ἡ ἐπὶ τοῦ σταυροῦ ἀνάβασις, ἡ τῶν χειρῶν καὶ τῶν ποδῶν καθήλωσις, ἡ τῆς χολῆς γεῦσις, ἡ τῆς πλευρᾶς νύξις, καὶ ὅσα ἄλλα τούτοις συναπήστραψεν, ἃ οὐ δύναται ὁ κόσμος χωρῆσαι, οὐδέ τις ἰσχύει ἀξίως ἀναγγεῖλαι, μὴ ὅτι γε γλῶσσα ἀνθρώπου, ἀλλ᾽ οὐδὲ αἱ πᾶσαι ὁμοῦ τῶν ἀγγέλων γλῶσσαι.
Ἐννοήσωμεν γὰρ, ἀδελφοὶ τοῦτο τὸ μέγα καὶ ἀναδιήγητον μυστήριον. Ὁ τὰς βουλὰς τῶν καρδιῶν φανερῶν Θεὸς, καὶ γιγνώσκων πᾶν ἀνθρώπου ἐνθύμημα, οὗτός ἐστιν ὁ εἰς βουλευτήριον θανάτου λαμβανόμενος· ὁ φέρων πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὗτός ἐστιν ὁ εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν παραδιδόμενος. Ὁ δεσμεύων ὕδωρ ἐν νεφέλαις, καὶ σπείρων τῇ γῇ καιρίως καὶ ὁμοτίμως· οὗτός ἐστιν ὁ δέσμιος ἀπαγώμενος. Ὁ μετρήσας τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὴν γῆν δρακὶ, καὶ πάντα τὰ ὄρη ζυγῷ σταθμίσας, οὗτός ἐστιν τῇ χειρὶ ὑπηρέτου ῥαπιζόμενος. Ὁ κοσμήσας τὰ ὡραῖα τῆς γῆς τοῖς ποικίλοις ἄνθεσιν, οὗτός ἐστιν ὁ ἀκάνθαις ἀτίμως στεφανούμενος. Ὁ φυτεύσας τὸ ξύλον τῆς ζωῆς ἐν παραδείσῳ, οὗτός ἔστιν ὁ ἐπὶ ξύλου παράτου κρεμάμενος. Ὦ τῶν μεγάλων καὶ ὑπὲρ φύσιν θαυμάτων! Εἶδεν ταῦτα ἥλιος καὶ ἐκλέλοιπεν· εἶδε σελήνη καὶ ἠμαυρώθη, ᾔσθη ἡ γῆ καὶ συνεταρχάθη, ᾔσθαντο αἱ πέτραι καὶ διεῤῥάγησαν· συνεστράφη πᾶσα ἡ κτίσις ταῖς τοῦ δεσπότου ὕβρεσιν. Εἶτα τὰ μὲν ἄψυχα στοιχεῖα, καὶ ἀναίσθητα ὡς ἔμψυχα καὶ αἰσθητικὰ ἀπὸ φόβου Θεοῦ καὶ ἀπὸ θέας τῶν ὁρωμένων ἐξέστησαν καὶ ἠλλοιώθησαν. Ἡμεῖς δὲ λόγῳ τετιμημένοι, ὑπὲρ ὧν Χριστὸς ἀπέθανεν, ἀκατάνυκτοι ἆρα καὶ ἀδάκρυτοι διαμενοῦμεν ἐν ταῖς ἡμέραις ταύταις; Καὶ πῶς οὐκ ἂν εἴημεν τῶν ἀλόγων ἀλογώτεροι, καὶ τῶν λίθων ἀναισθητότεροι; Μηδαμῶς οὖν, ὦ ἀδελφοὶ, μηδαμῶς· μᾶλλον μὲν οὖν ἡμεῖς ἐν ἐκστάσει γενώμεθα θεοπρεπεῖ· καὶ τὴν καλὴν ἀλλοίωσιν ἀλλοιούμενοι καταγάγωμεν δάκρυα, καταθύσωμεν τὰ πάθη· ὕβρεσι τὰς ὕβρεις ἀμοιβόμενοι, καὶ πληγαῖς τὰς πληγὰς ἀνταλλαττόμενοι. Τοῦτο μὲν διὰ τὴν ὑποταγῆς· τοῦτο δὲ καὶ διὰ τῆς ἐνστατικῆς ὁμολογίας.
Οὐχ᾽ ὁρῶμεν ὅσα τὰ ὑπεκκαύματα τῆς θείας ἀγαπήσεως; Τίς ποτε ὑπὲρ φίλου δεσμωτήριον ᾤκησεν; Τίς ὑπὲρ ἀγαπωμένου σφαγὴν ἠνέσχετο; Ἀλλ᾽ ὅμως ὁ ἀγαθὸς ἡμῶν δεσπότης, οὐ μόνον ἓν, καὶ δύο, ἀλλὰ καὶ τὰ μυρία ὑπὲρ ἡμῶν τῶν κατακρίτων κατεδέξατο παθήματα. Εἰκότως οὖν ὁ μακάριος ἀπόστολος ἐννοούμενος ταῦτα, καὶ ἐν αἰσθήσει κραταιᾷ τῆς ἀγάπης γενόμενος ἔλεγεν· Πέπεισμαι ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρῆσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· Τοιαύτην γὰρ ἀγάπησιν ἔσχεν εἰς ἡμᾶς ὁ Θεὸς, ὥστε τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ὡς γέγραπται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.
Ταύτης τῆς ἀγαπήσεως ἀντάλλαγμα, ἐπεὶ μηδὲν εἶχον προσενεγκεῖν οἱ ἅγιοι, ἑαυτῶν προσήνεγκαν τὰ σώματα καὶ τὰ αἵματα ἀσκητικῶς τε καὶ ἀθλητικῶς ἄδοντες τοῦ μακαρίου Δαυῒδ τὴν ᾠδήν· Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.
Ταύτην οὖν τὴν φωνὴν καὶ ἡμεῖς, ἀδελφοὶ, βοῶμεν ἑκάστοτε, ἀκορέστῳ διαθέσει ψυχῆς δουλεύοντες αὐτῷ ἔτι καὶ ἔτι πρὸς τὰ κρείττονα ἐπαγόμενοι· ἵνα σὺν τοῖς ἁγίοις κληρονόμοι γενώμεθα τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.