Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 74

ΚΑΤΗΧΗΣΙΣ ΟΔ΄.
Κατὰ Μιχαὴλ τοῦ ἀσεβῶς βεβασιλευκότος, κατά τε τὴν ἐνδιάστροφον πίστιν· καὶ περὶ τοῦ μὴ ξενοπαθεῖν ἡμᾶς ἐν τοῖς πειρασμοῖς.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρὸν· ὑμῖν δὲ τὸ ἀσφαλές, φησιν ὁ Ἀπόστολος. Κἀγὼ τοίνυν ὁ ταπεινὸς κατὰ τὴν ἐνοῦσάν μοι δύναμιν τὸ αὐτὸ ποιεῖν οὐ παύσομαι, νῦν μὲν παρακαλῶν, νῦν δὲ νουθετῶν, νῦν δὲ ἀσφαλιζόμενος ὑμᾶς, εἴ πως δυνηθῶ σὺν ὑμῖν ἐκφυγεῖν ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ὅτι δὲ καὶ νῦν υἱοί εἰσιν τῆς ἀπειθείας, πολλὰ τὰ παραδείγματα. Ἐν δὲ κεφαλαιωδέστερον ἐπὶ τοῦ κρατοῦντος, οὐ μόνον κατὰ τὴν ἐνδιάστροφον πίστιν, ἀλλὰ καὶ καθ᾽ ἣν ἐκνόμως εἰσῳκίσατο ὁμόζυγον. Ἐφ᾽ οἷς, πῶς οὐκ ἐστὶ στενάξαι; πῶς δὲ οὐκ ὀδύρασθαι; Ὅτι πάλιν σκάνδαλον ὑπεισήχθη τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, καὶ καταστροφὴ ἐπὶ καταστροφήν, καὶ διωγμὸς ἐπὶ διωγμόν.

Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, τί γέγονεν ἐπὶ Κωνσταντίνου τοῦ πατρὸς, ἀπαμφιασμένης τὸ μοναδικὸν ἐπάγγελμα, καὶ ἐνδυσαμένης τὸ βασιλικὸν ἀξίωμα; Οὐχὶ ἐπὶ τῇ ἐκβολῇ τῆς νομίμως αὐτῷ συναφθείσης γυναικὸς, καὶ ἐπεισαγωγῇ τῆς θατέρας, μοιχεία κατὰ τὸν λόγον Κυρίου; Οὐχὶ ἐπὶ ταύτῃ διωγμοὶ καὶ περιστάσεις ἀνήφθησαν ἐν τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ; Οὐχὶ τὸ κακὸν ἀφ᾽ ἑνὸς πολλοὺς ὁδεῦσαν ἐλυμήνατο τὴν καθ᾽ ἡμᾶς οἰκουμένην; Τὸ αὐτὸ νῦν ἐστιν ὁρᾶν τῷ γε νοῦν ἔχοντι καὶ προαιρουμένῳ ὑπὲρ ἀληθείας τι παθεῖν. Ἐπεὶ τοῖς ἄλλοις οὐδεμία φροντὶς κεχηνόσι τοῖς παροῦσι, μᾶλλον δὲ δεδουλωμένοις τῷ κράτει καὶ μεταμορφουμένοις ἀεὶ πρὸς τὸ αὐτῷ δοκοῦν. Ἡμεῖς δὲ, ἀδελφοὶ, ἐρηρεισμένοι ὦμεν τῇ ἀμεταθέτῳ πίστει, καὶ ἀμετάτρεπτοι τῆς ὀρθῆς κρίσεως τῶν ἐντεταλμένων, μηδαμῶς ταῖς τινων εὐρησιλογίαις φρεναπατώμενοι. Καὶ, εἰ δοκεῖ, πρῶτον μὲν σιωπὴν ἀσπασώμεθα. Ὁ συνιὼν γάρ, φησιν, ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται· διότι καιρὸς πονηρὸς ἐστίν. Ἔπειτα ἐμπαράσκευοι ὦμεν, μήπως οὐδ᾽ ἐνταῦθα παρεῤῥιμμένους τῷ διωγμῷ ἐάσωσιν ἡμᾶς οἱ ἄνθρωποι ἀπειράστους διαμεῖναι. Τίς δὲ ἡ παρασκευή; Εἰς τὸ γενναίως ὑποῖσαι πάντα, καὶ μηδὲν τῆς ἀγάπης τοῦ Χριστοῦ προτιμότερον ἡγήσασθαι· ἀλλ᾽ εἰπεῖν Δαυϊτικῶς· Κύριος ἐμοὶ βοηθὸς· καὶ οὐ φοβηθήσομαι τί ποιήσῃ μοι ἄνθρωπος· Καὶ φᾶναι ἀποστολικῶς· Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Οὐαί, φησι, τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα· ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται.

Ὁρᾶς, ὅτι ὅτε τὰ σκάνδαλα, τότε οἱ ἐκλεκτοὶ τοῦ θεοῦ πεφανέρωνται· ὅτε τὸ πῦρ τῶν πειρασμῶν, τότε ἡ χρυσοειδὴς ψυχὴ δόκιμος ἀναδείκνυται· Καὶ εἰ μὲν ἀπείραστοι ἦμεν τῶν δυσχερῶν, εἴχομεν ἂν ὡς ἀμαθεῖς ἀγωνιᾶν· Ἐπεὶ δὲ γεγεύμεθα τοῦ καλοῦ, οὐχ ἅπαξ, οὐ δὶς, ἀλλὰ καὶ πολλάκις, καὶ τοῦτο ἐχαρίσθη ἡμῖν ἀπὸ θεοῦ τὸ ὑπὲρ Χριστοῦ πάσχειν. Μηδαμῶς, ἀδελφοὶ, ξενοπαθήσωμεν· μηδὲ εἴπωμεν, πάλιν πειρασμὸς. Ναὶ πάλιν πειρασμός· μὴ γὰρ ἡ πρὸς αἶμα καὶ σάρκα πάλη τῶν ἀοράτων ἐχθρῶν πέρας εἴληφεν; μὴ γὰρ τὸ στάδιον τῶν θεοδρόμων λύσιν ἔλαβεν; Τηνικαῦτα λυθήσεται, ὁπηνίκα τῶν ἐντεῦθεν μεταναστεύσωμεν. Ἕως δ᾽ ἂν ἐσμὲν ἐν σαρκὶ, καὶ οἱ πειρασμοὶ καὶ ὁ πόλεμος συμπάρεστι πάντως.

Οὐδεὶς τῶν ἁγίων ἐν τῇ παρατάσει τῶν πειρασμῶν ἀπεδυσπέτησεν, οὐδὲ ἐν τῇ ὑπομονῇ τῶν θλίψεων Δαυῒδ φησὶ· Θλίψεις καὶ ἀνάγκαι εὕρωσάν με· αἱ ἐντολαί σου μελέτη μου· ὁ δὲ Ἰερεμίας· Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν σοι· καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα. Ὁ δὲ Ἀπόστολος, ἥδιστά, φησι, καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμί.

Οὕτως οὖν καὶ ἡμῖν ἀναγκαῖον, ἀδελφοὶ, καὶ διατίθεσθαι, καὶ λέγειν Χριστὸν ἔχουσιν ἀρωγὸν καὶ συναθλητὴν ἐν τοῖς παλαίσμασιν. Λέγει γὰρ· Οὐ μὴ σὲ ἀνῶ, οὐδ᾽ οὐ μὴ σὲ ἐγκαταλείπω. Καὶ εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν;

Καὶ εἰ χαρά ἐστι τοῖς πολλοῖς τὸ ὑπὲρ φθαρτοῦ βασιλέως ἀγωνίζεσθαι, πόσῳ γε μᾶλλον ἡμῖν ὑπὲρ τοῦ βασιλέως τῶν ἁπάντων ἀθλεῖν καὶ κονίζεσθαι; Ταύτῃ οὖν ἐπιμείνωμεν τῇ προθέσει, ἀδελφοὶ, εἴτε ἐπιστῇ ὁ πειρασμὸς, εἴτε μὴ ἐπιστῇ· πλὴν ὅτι ἀεὶ πειρασμὸς παρὰ τοῦ ἐχθροῦ· εἰ καὶ μὴ ὁρωμένως, ἀλλ᾽ ἀοράτως· καὶ ἐν τοῖς πειρασμοῖς οἱ στέφανοι, καὶ ἐν τῷ πολέμῳ τὰ νικητήρια, καὶ ἀμοιβὴ λήψεται. Καὶ γένοιτο ἡμᾶς νικητικῶς ἐξελθόντας τοῦ τῇδε βίου, κληρονομῆσαι ζωὴν αἰώνιον σὺν πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·