Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 75

ΚΑΤΗΧΗΣΙΣ ΟΕ΄.
Ὅτι χρὴ ἀπαῤῥησίαστον εἶναι τὸν κατὰ Χριστὸν ζῇν ἑλόμενον· καὶ περὶ τοῦ εὐχαρίστως φέρειν τὰ ἐπώδυνα, ἀποσκοποῦντας πρὸς τὴν μέλλουσαν μισθαποδοσίαν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἐβουλόμην ἕνα ἕκαστον ὑμῶν κατὰ πρόσωπόν μου ὁρᾶν, καὶ πᾶσι κατὰ τὸ δυνατόν μοι διαλέγεσθαι ποιοῦντι τὴν σωτηρίαν ὑμῶν, καὶ δεδιότι τὸ τῆς ἀποστασίας ἐπικίνδυνον. Ἀλλ᾽ ἐπειδὴ τοῦτο ὁ διωγμὸς οὐ παραχωρεῖ, παρακαλῶ καὶ συνημμένους καὶ πάντας ὁμοῦ προσέχειν ἑαυτοῖς ἀσφαλῶς· καὶ κατὰ τὴν ξενίαν ἣν ξενιζόμεθα, καὶ κατὰ τὴν ἀναστροφὴν ἣν ἀνεστρεφόμεθα, μηδὲν ποιοῦντες παρὰ τὸ διατεταγμένον· μὴ παῤῥησιαζόμενοι πρὸς ἀλλήλους ἐκθεσμῶς· μὴ μετὰ παίδων πληθύνοντες λόγους πολλοῦ γε εἰπεῖν μετὰ γυναικῶν· ἀλλ᾽ εἰ καὶ δέοι κατ᾽ ἀνάγκην ἰδεῖν ἢ συντυχεῖν, μετὰ ἀσφαλείας, ἄνω τὸν νοῦν, κάτω τὸ ὅμμα φέροντες. Φησὶ γὰρ ἡ γραφή· Παρθένον μὴ καταμάνθανε· μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε· μήποτε σκανδαλισθῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς. Ὡς δὲ τὸν θεὸν ἔχοντες παρόντα καὶ ἐφορῶντα πᾶσαν ὑμῶν κίνησιν καὶ πρᾶξιν, καὶ κατὰ σῶμα καὶ κατὰ πνεῦμα, οὕτως ἀναστρέφεσθε· καὶ οὕτως περιπατεῖτε καθ᾽ ὃν τρόπον ἕκαστος διήρηται, φέροντες καὶ τὰ τοῦ διωγμοῦ ἐπώδυνα εὐχαρίστως, ἀποσκοποῦντες καὶ πρὸς τὴν ἀποκειμένην ὑμῖν μισθαποδοσίαν.

Οὐ γὰρ ἄδικος ὁ θεὸς τοῦ ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε διὰ τὸ ὄνομα αὐτοῦ ἐκ πρώτης ἡμέρας τῆς ὑποταγῆς ὑμῶν, καταλελοιπότες κόσμον, γονεῖς τε, καὶ ἀδελφοὺς, γένος, καὶ πατρίδα, αὐτό τε τὸ σῶμα ἐκδεδωκότες εἰς ἄθλησιν διὰ τῆς ὑπακοῆς καὶ παρισταμένης ἐπαγγελίας. Ὡς μέγα τὸ ἐπάγγελμα ὑμῶν! ὡς μεῖζον τὸ ἀνταπόδομα! Οὐχ ὁρᾶτε τοὺς κατὰ κόσμον, πῶς συντρίβονται καὶ ταλαιπωροῦσιν· οἱ μὲν τῇ γεηπονίᾳ κατατεινόμενοι, ὑποβαλλόμενοι δημοσίαις ἐπαγωγαῖς καὶ ἀπαιτήσεσιν, ὡς μηδὲ ἑαυτοῖς ἐπαρκεῖν τὰ κατὰ βρῶσιν καὶ πόσιν· οἱ δὲ στρατιᾷ καταγινόμενοι κατὰ γῆν τε καὶ θάλασσαν, πολεμοῦντες καὶ πολεμούμενοι· ἡμεῖς δὲ τούτων ἁπάντων λελυτρωμένοι ἠξιώμεθα θεῷ ζῶντι λατρεύειν, καὶ ἀληθινῷ.

Ἆρα οὖν, εἰ καὶ μή τι ἄλλο, οὐκ ἀρκοῦν ἡμῖν τοῦτο εἰς θυμηδίαν καὶ εὐχαριστίαν καὶ ἀγαλλίασιν; Ναὶ, ἀδελφοί μου, δέομαι ὑμῶν, διὰ τοῦτο ἔτι προσεκτικῶς ζήσωμεν, πάντα ποιοῦντες εὐσχημόνως καὶ κατὰ τάξιν, ἀπεχόμενοί τε καὶ τῶν σαρκικῶν ἐπιθυμιῶν· αἵ τινες καὶ στρατεύονται κατὰ τῆς ψυχῆς· εὐθὺς τὰς προσβολὰς ἀποκρουόμενοι, καὶ τὸ καθαρὸν τῆς ψυχῆς περιποιούμενοι· ὡς ἂν εἰλικρινῶς τῶν ἐνθένδε μεταστάντες, τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·