Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 76

ΚΑΤΗΧΗΣΙΣ Οϛ΄.
Περὶ μνήμης θανάτου, καὶ τοῦ μισεῖν κόσμον, καὶ τὰ τοῦ κόσμου.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ὡς καλὴ ἡ κατήχησις, ὡς ὠφέλιμος ἡ ὑπόμνησις, νήφειν καὶ γρηγορεῖν ἡμᾶς παρασκευάζουσα πρὸς τὴν τῶν καθηκόντων διάπραξιν· καὶ μήποτε κατολιγωρήσωμεν τοῦτο ποιεῖν, μηδὲ ἀπολήξωμεν τῆς περὶ θεοῦ διανοήσεως, μηδὲ τῆς ἀπὸ τοῦ σώματος ἡμῶν διαζεύξεως. Διαζευχθησόμεθα γὰρ μικρὸν ὕστερον, καὶ ἀποθανούμεθα, καθὼς πάντες οἱ πατέρες ἡμῶν, καὶ εἰς ἄλλον κόσμον μεταβησόμεθα, εἰς ἄλλην ζωὴν, εἰς ἄλλην ἀναγωγὴν, εἰς ἄπειρόν τε καὶ ἀπέραντον. Ἐνταῦθα σκιώδης ἡ ζωὴ καὶ ὀνειρώδης, ἐν ὀλίγοις ἔτεσι συμπεπαιρουμένη. Μὴ ἀπίδωμεν ἀπὸ καταβολῆς κόσμου μέχρι συντελείας αἰῶνος τὴν τοῦ χρόνου διάστασιν ἀλλὰ τὴν ἑκάστου ζωὴν, ὅτι μέχρι τῶν δαυϊτικῶν ὅρων πρόεισι. Καὶ τοῦτο ἐπὶ σπανίοις, περαιτέρω μὴ προβαίνουσα.

Οὕτως οὖν φρονοῦντες πάντες οἱ ἅγιοι διέζησαν· κατὰ ταύτην, ὡς μαρτυρεῖ ὁ ἀπόστολος, ἀπέθανον μὴ κομισάμενοι τὰς ἐπαγγελίας· ἀλλὰ πόῤῥωθεν αὐτὰς εἰδότες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν, ὅτι πατρίδα ἐπιζητοῦσιν· καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον, ἀφ᾽ ἧς ἐξῆλθον, εἶχον καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου. Διὸ οὐκ ἐπαισχύνεται ὁ θεὸς, θεὸς ἐπικαλεῖσθαι αὐτῶν. Ἡτοίμασε γὰρ αὐτοῖς πόλιν. Αὕτη ἡ πόλις ἡμῶν· αὕτη ἡ πατρίς· ὧδε οἱ πατέρες, καὶ ἀδελφοὶ ἡμῶν, οἵ τε κατὰ σάρκα οἱ καὶ κατὰ πνεῦμα.

Τί λοιπὸν ἀσπαστὴν ἡγούμεθα τήνδε τὴν πρόσκαιρον ζωήν; Τί δὲ προσηλούμεθα τῇ ταύτης σχέσει; Τί δὲ δυσαποσπάστως ἔχομεν πρὸς τὴν ἔξοδον αὐτῆς; Ἀφρόνων μὴ ἐθέλειν ἀπὸ ἐξορίας εἰς τὰ οἰκεῖα ἀνακομίζεσθαι, μηδὲ ἀπὸ πολέμου εἰς εἰρήνην ἀποκαθίστασθαι. Ἀλλ᾽ ἡμεῖς φρόνιμοι, ἀδελφοὶ ἠγαπημένοι, ὡς εἰς αὐτὸ τοῦτο ἀποταξάμενοι, καὶ ἐκπεφευγότες κόσμον καὶ τὰ τοῦ κόσμου, μελέτην ποιώμεθα θανάτου καὶ βίου. Καὶ τῇ μελέτῃ ταύτῃ ἐκκρουσώμεθα πᾶσαν ἐπιθυμίαν, πᾶσαν ὀλιγωρίαν, πᾶσαν χαύνωσιν, πᾶσαν ἀκηδίαν, πᾶσαν πονηρίαν· ἵν᾽ οὕτω τὰ ἀρεστὰ Κυρίῳ πράττοντες κληρονόμοι γενώμεθα τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·