Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 77

ΚΑΤΗΧΗΣΙΣ ΟΖ΄.
Περὶ τῆς ἀληθινῆς καὶ ἀνοθεύτου ὑποταγῆς, καὶ ὁμολογίας ἡμῶν, καὶ τοῦ φυλάττειν τὰς θείας ἐντολάς.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἄλλό ἐστι τὸ κατὰ σάρκα σιτηρέσιον ἡμῶν, καὶ ἄλλο τὸ κατὰ πνεῦμα· τὸ μὲν παρὰ τοῦ οἰκονόμου διδόμενον ἐν βρώμασι, καὶ πόμασι, καὶ ἐνδύμασι· τὸ δὲ παρ᾽ ἐμοῦ τοῦ ταπεινοῦ ἐν λόγῳ καὶ διδασκαλίᾳ. Καὶ ὥσπερ ἐκεῖνο ἐξ ἀναγκαίου δίδοται, οὕτως καὶ τοῦτο ἐξ ἀναγκαίου ὀφείλεται· ὥστε οὐ μέγα τι ποιῶ φθεγγόμενος ὑμῖν ταῦτα τὰ βραχέα καὶ πενιχρὰ ῥήματα. Μᾶλλον μὲν, οὖν καὶ δεδοικώς εἰμι καὶ τρέμων, ὡς λόγον ἀποδώσων ὑπὲρ τῶν ψυχῶν ὑμῶν, οὐ βασιλεῖ, καὶ ἡγεμόνι, καὶ ἄρχοντι· ἀλλὰ τῷ πάντων κριτῇ καὶ θεῷ· ᾧ κάμψει πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται· ἐφ᾽ ῷ ἀγωνιῶσι καὶ αὐτοὶ οἱ διὰ βίου καὶ λόγου διαλάμψαντες ἅγιοι, μὴ ὅτι γε ἐγὼ ὁ τάλας. Ἀλλὰ, παρακαλῶ, βοηθήσατε καὶ ἑαυτοῖς καὶ ἐμοὶ, ὡς φιλάδελφοι· ἑαυτοῖς μὲν τῇ κατορθώσει τῆς ἀρετῆς· ἐμοὶ δὲ ταῖς προσευχαῖς. Πλὴν ὅτι ἡ ὑμετέρα κατόρθωσις, ἐμόν ἐστι κατόρθωμα· καὶ τὸ ἔμπαλιν, ἐπὰν ἓν σῶμα ἐσμέν οἱ πάντες, καὶ μέλη ἐκ μέρους· καὶ εἴτε πάσχει, φησὶν, ἓν μέλος συμπάσχει πάντα τὰ μέλη· καὶ προσήκει, ὡς ἐγὼ μεριμνῶ τὰ περὶ ἐμοῦ· ἐγὼ γὰρ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν ἐμοὶ, κατὰ τὸν τῆς ἀγάπης τρόπον. Καὶ οὕτως κεκανόνισται τὸ τῆς ἀληθινῆς ἀδελφότητος σύστημα. Φυλάσσετέ μοι τὴν καλὴν ὑποταγὴν ὑμῶν ἀνόθευτόν τε καὶ ἀκαπήλευτον· ἐν ᾗ ἐγεννήθητε καὶ ἐφθάσατε χάριτι θεοῦ εἰς μέτρον ὁμολογίας αὐτοῦ, εἰς τὰ πρότερα καὶ τὰ ὕστερα. Οὐκ ἐφοβήθητε βασιλέας· οὐχ ὑπεπτήξατε ἄρχοντας, ἀπεδύσασθε πρὸς ἀγῶνας, πρὸς πληγὰς, πρὸς ἐξορίας, πρὸς φυλακὰς, πρὸς θανάτους· ὀνομαστοὶ γεγόνατε, ὡς γνώριμον πᾶσιν.

Μὴ οὖν προδῶτε τὴν ἀρετὴν ὑμῶν, ἀδελφοὶ, μηδὲ καταισχύνητε τὸ καύχημα ὑμῶν, μηδὲ τὸ καλὸν ὑμῶν ὄνομα εἰς κακὴν ἀντικατασταθῇ κλῆσιν· ἀλλὰ τοῖς προλαβοῦσιν ἐποικοδομήσατε τὰ ἐφεξῆς ἐπαινετῶς, πάντοθεν φυλαττόμενοι, ἔνδοθεν καὶ ἔξωθεν, φρουρούμενοι τῶν θείων ἐντολῶν. Πάντα πειρασμὸν ὑπερβαίνοντες, πᾶσαν θλίψιν ὑπερακοντίζοντες, εἰδότες καὶ τοῦτο· ὅτι ἔτι ἐν ἀγῶνι καὶ διωγμῷ πάρεσμεν· καὶ οὐκ οἴδαμεν, τι τέξεται ἡ ἐπιοῦσα. Ὅμως εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν; Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο· ἀλλὰ ὑπὲρ πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται; Οὕτως ἐλπίζετε· οὕτως πεποίθετε. Καὶ τῇ πεποιθήσει ταύτῃ καὶ ἐλπίδι πολιτευόμενοι ἕξετε, εὖ οἶδα, κλῆρον καὶ μερίδα μετὰ τῶν ἁγίων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·