Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 78

ΚΑΤΗΧΗΣΙΣ ΟΗ΄.
Περὶ τοῦ νουνεχῶς ἀκούειν τῶν ἁγίων γραφῶν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Πάντες μὲν ἄνθρωποι ἔχομεν καὶ ὀφθαλμοὺς, καὶ ὦτα· οὐ πᾶσι δὲ τὸ ὁρᾶν καὶ ἀκούειν· ἀλλ᾽ οἷς πρόσεστιν οὖς εὐήκοον, καὶ ὀφθαλμὸς τοῦ βλέπειν. Διατοῦτο ὁ Κύριος ἐν τοῖς εὐαγγελίοις ἔφη· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Περὶ δὲ τῶν εὐηκόων ὁ προφήτης φησίν· Ἔδωκεν αὐτοῖς πνεῦμα κατανύξεως· ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν. Οὐκοῦν νουνεχῶς καὶ οὐχ ἁπλῶς, καὶ ὡς ἔτυχεν, ἀκούωμεν τῶν παραναγινωσκομένων ἡμῖν· ὡς ἂν μὴ ὑποπέσωμεν τῇ ἀπειλῇ· μᾶλλον δὲ ἵνα ἔχωμεν λέγειν κατὰ τὸ γεγραμμένον· Καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. Ὁ οὔτως ἀκούων ἐνωτίζεται, κατανύσσεται, λαμπρύνεται, ἀγάλλεται, κατὰ τὸ ἐν Δαυῒδ ἀδόμενον· Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ. Πάντα τὰ τῇδε ἡγεῖται σκιὰν εἶναι παρατρέχουσαν· πάντα σκύβαλα ἡγεῖται, ἵνα Χριστὸν κερδήσῃ, οἷον ἀκούει τοῦ λέγοντος πρὸς τοὺς μαθητάς· Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς. Ἔρχομαι πρὸς ὑμᾶς· μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ· ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε. Καὶ πάλιν. Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὑμεῖς τὰ κλήματα. Καὶ πάλιν· Ὑμεῖς φίλοι μου ἐστὲ, ἐὰν ποιῆτε, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. Οὐκέτι ὑμᾶς λέγω δούλους· ὅτι ὁ δοῦλος οὐκ οἶδε ὅ τι ποιεῖ ὁ κύριος αὐτοῦ· ὑμᾶς δὲ εἴρηκα φίλους· ὅτι πάντα ὅσα ἤκουσα παρὰ τοῦ πατρός μου, ἐγνώρισα ὑμῖν. Καὶ πάλιν· Ὑμεῖς οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου, διατίθεμαι ὑμῖν διαθήκην αἰώνιον· ἵνα διαπαντὸς ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου.

Τούτων οὖν καὶ τῶν τοιούτων ἀκούων ὁ φιλόθεος, οὐ μόνον χαίρει, ἀλλὰ καὶ προαιρεῖται πᾶσαν ἡμέραν ὑπὲρ Χριστοῦ ἀποθνήσκειν. Οὕτως οὖν πάντες οἱ ἅγιοι ἐπολιτεύσαντο· τοιαύταις προθέσεσιν ἐθριάμβευσαν τὸν θεῖον πόθον αὐτῶν. Ἰερεμίας μὲν λέγων· Ἐγὼ οὐκ ἐκοπίασα κατακολουθῶν σοι· καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, Κύριε. Ὁ δὲ Δαυῒδ· Τί ἀνταποδώσω τῷ Κυρίῳ περιπάντων, ὧν ἀνταπέδωκέν μοι; Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλέσομαι. Καὶ ἀπόστολος πάλιν λέγων· Ὅτι ἐδόθη ἡμῖν ἀπὸ θεοῦ τὸ ὑπὲρ Χριστοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ὡσαύτως καὶ οἱ ἀπόστολοι δαρέντες, ἔχαιρον, φησὶν, ὅτι καταξιώθησαν ἀτιμασθῆναι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ. Καὶ ἁπλῶς, ἕκαστος τῶν ἁγίων τοιαύταις φωναῖς τὸ πρὸς Χριστὸν αὐτῶν ἐράσμιον ἀποφαίνουσιν.

Τοιγαροῦν καὶ ἡμεῖς, ἀδελφοὶ, εὐηκόως ἀκούωμεν τῶν λεγομένων· καὶ ἀγαπήσει ἀγαπῶμεν τὸν ἀγαπητὸν θεὸν ἡμῶν, εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων, ὧν ἐποίησεν ἡμῖν ἀγαθῶν· ὅτι εἴλετο ἡμᾶς ἀπ᾽ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ τοῦ τῇδε ἐπαγγέλματος· ὅτι ἐχαρίσατο ἡμῖν ὀρθοδόξῳ πίστει λατρεύειν αὐτῷ, καὶ μὴ πεπλανημένως φέρεσθαι. Πόσοι γὰρ πεπλάνηνται ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης ἐξαπατώμενοι; Πόσοι λιμώττουσιν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον θεοῦ, κατὰ τὸ γεγραμμένον. Ἡμῖν δὲ ἐχαρίσθη οἷον τις τράπεζα πλήθουσα, ἡ τῶν ἁγίων διδασκαλία· ἔνθεν μὲν τοῦδε οἷόν τε ἤδυσμα τὸν λόγον καρυκεύοντος· ἐκεῖθεν δὲ τοῦδε οἷα χρυσοῤῥοῦντος τὰ θεῖα ῥήματα ἄλλου καὶ ἄλλου· ἐντεῦθεν καὶ ἐντεῦθεν γλυκάζοντος ταῖς ἐπιφωνήσεσιν. Εὔκαιρον οὖν ἐστιν εἰπεῖν μετὰ τοῦ Ἀποστόλου λοιπόν· Εἰ ὁ θεὸς μεθ᾽ ἡμῶν, τίς καθ᾽ ἡμῶν; Ὅς γε τοῦ υἱοῦ οὐκ ἐφείσατο· ἀλλ᾽ ὑπὲρ πάντων ἡμῶν παρέδωκε αὐτὸν· πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται; Τίς ἐγκαλέσοι κατὰ ἐκλεκτῶν θεοῦ; Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων, Χριστὸς ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς ἐκ νεκρῶν, ὃς καὶ ἐστὶν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, δηλονότι τῷ θεῷ καὶ Πατρὶ, ὃς καὶ χαρίσεται ἡμῖν τὴν αἰώνιον αὐτοῦ βασιλείαν· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·