Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 79

ΚΑΤΗΧΗΣΙΣ ΟΘ΄.
Ὅτι χρεῖ μὴ ἀθυμεῖν, ἀλλὰ ἀνδρίζεσθαι εἰς τὸ ἔργον, εἰς ὃ κέκληκεν ἡμᾶς ὁ Θεός.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Τὸ ῥάθυμον ἡμῶν διεγείρων ὁ Ἀπόστολος, ἔφη· Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, Χαίρετε· τὸ ἐπιεικὲς ὑμῶν ὀφθήτω πᾶσιν ἀνθρώποις· ὁ Κύριος ἐγγὺς· μηδὲν μεριμνᾶτε· ἀλλ᾽ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γινέσθω πρὸς τὸν Κύριον. Οὐκοῦν μὴ ῥαθυμῶμεν, ἀλλ᾽ ἰσχύωμεν καὶ ἀνδριζώμεθα εἰς τὸ ἔργον ὃ προσκέκληκεν ἡμᾶς ὁ θεός· Αὐτὸς γάρ ἐστιν ὁ καλέσας ἡμᾶς ἀπὸ τοῦ κοινωνικοῦ βίου εἰς τὸ μοναδικὸν ἐπάγγελμα· αὐτός ἐστιν ὁ ἐνδύσας ἡμᾶς ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης· αὐτὸς ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Τῇ ἐλευθερίᾳ οὖν ᾗ Χριστὸς ἠλευθέρωσεν ἡμᾶς, στήκωμεν, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνεχώμεθα. Μὴ πάλιν τοῖς πάθεσιν ὑπόσπονδοι γενώμεθα. Δοῦλος ἀργυρώνητος ἐλευθερωθεὶς οὐκ ἂν ποτε αἱρήσηται δουλωθῆναι πάλιν· ἀλλὰ μακράν που ἀποχωρῶν τῆς δουλείας, χαίρει ὅτι ἠξίωται λυτρωθῆναι τῆς δουλικῆς τυραννίδος. Καὶ τοί γε ἡ δουλεία, οὐ κακόν τι πάντως;

Λέγει γὰρ ὁ Ἀπόστολος· Δοῦλος ἐκλήθης, μὴ σοὶ μελέτω· ἀλλὰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίως καὶ ὁ κληθεὶς ἐλεύθερος δοῦλός ἐστι τοῦ Χριστοῦ· καὶ ὅμως ἐλευθερωθεὶς, οὐκ ἀνέχεται ὑπὸ τὸν ζυγὸν τῆς δουλείας τελεῖν· πολλῷ οὖν μᾶλλον ἡμεῖς ὀφείλομεν ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, μακρὰν ἀπέχειν λίαν ἀπ᾽ αὐτῆς· Ἢ ἀγνοοῦμέν τι ἡμᾶς πεποίηκεν; Οὐκ αὐτὴ ἡμᾶς τοῦ παραδείσου ἐξώρισεν; Οὐκ αὐτὴ ἐξ ἀθανάτων ἡμᾶς, θνητοὺς εἰργάσατο; Οὐχὶ εἰς τὸν πολυστένακτον τοῦτον βίον εἰσήγαγεν; Οὐ πᾶν κακὸν δι᾽ αὐτῆς καὶ ἐγένετο, καὶ γίνεται. Φύγωμεν τοιγαροῦν αὐτὴν ὡς κακίστην· μισήσωμεν αὐτὴν ὡς ἀξίαν μίσους· ἀγαπήσωμεν δὲ μᾶλλον τὴν ἀρετὴν, ὡς τοὺς ἀνθρώπους ἐργαζομένην ἀγγέλους, μᾶλλον δὲ θεοὺς, κατὰ τὸ· Ἐγὼ, εἶπα, θεοὶ ἐστὲ, καὶ υἱοὶ Ὑψίστου πάντες. Τίς δὲ ἔστιν ἡ δύναμις τῆς ἀρετῆς; Ἡ ἀπόθεσις τοῦ κόσμου, καὶ σχέσις πρὸς θεόν. Οὐδεὶς γάρ, φησι, δυσὶ κυρίοις δουλεύειν δύναται· οὐ δύνασθε θεῷ δουλεύειν, καὶ μαμωνᾶ· Οὐ δύνασθε ἀρετῇ προσκεῖσθαι, καὶ κακίᾳ· Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. Καὶ αἱ ἐντολαὶ τοῦ Κυρίου ἐλαφραὶ εἰσὶν, βαρὺ δὲ ἔστι καὶ ἀνένδεκτον μᾶλλον τὸ φορτικῶς φιλονεικεῖν ἡμᾶς τοὐναντία ἔχειν, καὶ οἴεσθαι προσκεῖσθαι καὶ ἀρετῇ καὶ κακίᾳ ἤγουν τοῖς σαρκικοῖς ἐπιθυμήμασι καὶ τοῖς πνευματικοῖς κατορθώμασιν.

Καὶ εἰ μὲν ἐφθάσαμεν εἰς τὸ μέτρον τελειότητος, χάρις θεῷ, παρ᾽ οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον· καὶ διαμένωμεν ἀσφαλεῖς τῷ φόβῳ τοῦ θεοῦ συντηρούμενοι ἀναλλοίωτοι καὶ ἄτρεπτοι τῆς καλλίστης ἕξεως. Εἰ δὲ ὑστερούμεθα, σπεύσωμεν, καὶ ἐπειχθῶμεν φθάσαι εἰς τὸ τέλειον ἕως καιρὸς πάρεστι τῆς ἐργασίας τῇ πίστει στερεούμενοι, τῇ ἐλπίδι πτερούμενοι, τῇ ἀγάπῃ συνδούμενοι, τῇ ὑπακοῇ ἀγλαϊζόμενοι, τῇ ἐξαγορεύσει φωτιζόμενοι, τοῖς ἄλλοις πᾶσι κατορθώμασι κανονιζόμενοι, ὡς ἀληθινοὶ μοναχοὶ, ὡς ἀψευδεῖς ὑποτακτίται, ὡς δόκιμοι ἐν Χριστῷ, ὡς δοῦλοι Κυρίου· ἵνα καὶ τὸν ἐνταῦθα βίον εὐμαρῶς διανύσωμεν· καὶ τῶν μεγίστων ἐπιτύχωμεν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·