Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 80

ΚΑΤΗΧΗΣΙΣ Π΄.
Διδασκαλία περὶ πίστεως.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Τὸ ὀφειλόμενον ὑμῖν σιτηρέσιον τοῦ λόγου καὶ νῦν προσφέρομεν, βραχὺ μὲν καὶ πενιχρὸν, ὅμου ἐξ ἀναγκαίου προσφερόμενον, μὴ τῇ σιωπῇ κατακρινώμεθα, καὶ ὑμεῖς ἔχητε βραχείαν παράκλησιν. Εἰ γὰρ καὶ τὰ μάλιστα παρακαλεῖσθε ὑπὸ τῆς τῶν θείων πατέρων ἀναγνώσεως, ἀλλ᾽ οὖν δεῖσθε πάντως καὶ τῆς ἡμετέρας ταπεινῆς διδασκαλίας· καὶ τολμῶ εἰπεῖν πλέον ἐκείνης τῆσδε· ὡς ἐκείνης μὲν ἱστορικῶς ἀναγινωσκομένης, τῆσδε εἰς πρόσωπον ἡμῖν λεγομένης, καὶ εἰς ἔλεγχον ἀποκαθισταμένης· Ἐλέγξω γάρ, φησι, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὅπερ περὶ ὑμῶν ἀπείη λέγειν· Οὐ γὰρ οὕτως ὑμῖν διαλεγόμεθα ὡς ἀπειθέσι καὶ ὑπευθύνοις ἀμαρτίας· (Μὴ γένοιτο), ἀλλ᾽ ὡς υἱοῖς ὑπακοῆς, ὡς ἡγαπημένοις τέκνοις, ὡς συμψύχοις, καὶ συσσώμοις, καὶ συνάθλοις, ἵνα εὐθυμῆτε, ἵνα προκόπτητε, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοπτοι εἰς ἡμέραν Χριστοῦ πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ. Καὶ ὁ λόγος δι᾽ ὑμᾶς. Ὁ γὰρ πηγάσαι, ὕδωρ ἐκ πέτρας ἀκροτόμου πάλαι τῷ Ἰσραὴλ τί θαυμαστὸν εἰ καὶ ἐκ τῆς ἐμῆς λιθεινῆς καρδίας πηγάσει βραχὺν λόγον, ὃν ἀρυόμενοι εὐχαριστῶμεν τῷ Κυρίῳ τῷ τρέφοντι καὶ ποτίζοντι καὶ τροποφοροῦντι τὴν ζωὴν ἡμῶν ὡς ἐν ἐρήμῳ ἐν τῷδε τῷ βίῳ. Ἀλλ᾽ ἐπειδὴ παλαιοῖς ἱστορίας ἐμνήσθημεν, ἀναθεωρήσωμεν, εἰ δοκεῖ, τὰ τηνικαῦτα συμβεβηκότα τοῖς ἀπειθέσιν, περὶ ὧν φησὶν ὁ ἀπόστολος· Ἀλλ᾽ οὐκ ἐν τοῖς πλείωσιν αὐτῶν εὐδόκησεν ὁ θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. Ταῦτα δὲ τύποι ἡμῶν ἐγεννήθησαν εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν· μηδὲ εἰδωλολάτραι γίνεσθε καθὼς τινες αὐτῶν, ὡς γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν. Μηδὲ πορνεύωμεν καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες· μηδὲ ἐκπειράζωμεν τὸν Κύριον, καθὼς καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Μηδὲ γογγύζετε καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.

Ταῦτα οὖν ἀναθεωροῦντες, ἀδελφοὶ, φύγωμεν τὰ αἴτια τῆς ὀργῆς τοῦ θεοῦ· φύγωμεν τὸ πειράζειν τὸν Κύριον. Πῶς δὲ ἐστὶν αὐτὸν πειράζειν; Ἐν τῷ ὑποπίπτειν ἡμᾶς ἀπιστίας λογισμοῖς, καὶ λέγειν· Ἆρα ἐπαρκέσει ἡμῖν τὰ κατὰ χρείαν; Ἆρα οἴσομεν τὸν παρὰ τοῦ ἐχθροῦ πόλεμον; Ἆρα ἐνέγκωμεν τοῦτο κἀκεῖνο; Μηδαμῶς, ὦ ἀδελφοὶ, ἀπιστίας καὶ δισταγμοῦ ταῦτα· ἀλλὰ πῶς; ὅτι οἴσωμεν πάντα πεπιστευκότες. Οὕτω Νῶε πιστεύσας διέφυγεν τὸν τοῦ κατακλυσμοῦ ὄλεθρον κατασκευάσας τὴν κιβωτόν. Οὕτως Ἀβραὰμ πιστεύσας ἐγένετο πατὴρ πολλῶν ἐθνῶν. Οὕτως Μωσῆς πιστεύσας διέβη τὴν θάλασσαν ὡς διὰ ξηρᾶς. Οὕτως οἱ τρεῖς παῖδες πιστεύσαντες ἐδρωσίσθησαν ἐν τῷ πυρὶ, ἀλλ᾽ οὐ κατεφλέχθησαν. Οὕτω Δανιὴλ πιστεύσας ἐξῆλθεν ἐκ τῆς βορᾶς τῶν λεόντων ἀπήμαντος. Καὶ συλλήβδην εἰπεῖν, οὕτως πάντες οἱ ὅσιοι ὡσιώθησαν, καὶ οἱ δίκαιοι ἐδικαιώθησαν, καὶ οἱ μάρτυρες ἐμαρτυρήθησαν.

Οὕτως καὶ ἡμεῖς πιστεύσαντες, ἀδελφοὶ, οἴσωμεν πάντα, καὶ μετὰ Χριστοῦ νικήσωμεν, καὶ τῶν τῆς δικαιοσύνης στεφάνων τύχωμεν, καὶ τῆς μεγάλης ἐκείνης φωνῆς ἀκουσώμεθα· Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·