Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 81
ΚΑΤΗΧΗΣΙΣ ΠΑ΄.
Περὶ ἀγάπης τοῦ καθηγουμένου καὶ τοῦ μὴ ἀσχολεῖσθαι τοῖς ματαίοις τοῦ βίου, ἀλλ᾽ ἐπεκτείνεσθαι πρὸς τὰ κρείττονα.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἐπιθυμίᾳ ὑμῖν διαλέγομαι οὐκ ἐξ ἀνάγκης, εἰ καὶ ἀνάγκη μοι ἐπίκειται τοῦ διαλέγεσθαι· ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ εἰ καὶ ἁμαρτωλός εἰμι· καὶ χαίρω ἐπὶ τῇ προκοπῇ ὑμῶν μεγάλως. Εἰ δὲ, ὅτι πολλάκις συμβαίνει, λυπεῖν ὑμᾶς, καθὼς ἐν τῇ προτεραίᾳ· ἀλλὰ καὶ τοῦτο οὐχ, ἵνα λυπηθῆτε, ἀλλ᾽ ἵνα γνῶτε τὴν ἀγάπην, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς· εἴπερ ὁ ἀγαπῶν ἐπιμελῶς παιδεύει· Καὶ τίς ἐστιν υἱὸς, ὃν οὐ παιδεύει ὁ πατήρ; ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι ἐν μηδενὶ λειπόμενοι· ἐπεὶ ὡς ἄλλως καὶ ἀποδέχομαι καὶ ὁμολογῶ καὶ ὑπηκόους ἡμᾶς εἶναι καὶ πειθηνείους καὶ πληρωτὰς πατρικῶν ἐντολῶν, ὡς οὐκ οἶδα εἴ τινας ἄλλους τῶν ἐν τῇ γενεᾷ ταύτῃ ὑποτασσομένων. Καὶ οὐ κωλωκεύων λέγω, ἀλλ᾽ ἀληθηνεύων. Τίς γὰρ οὕτως ἢ συνεψύχησε πατρὶ, ἢ συνηκολούθησε καθηγουμένῳ ἐν τοῖς κατ᾽ ἐντολὴν τοῦ Κυρίου, ὡς ὑμεῖς κατ᾽ ἀμφότερα ὥφθητε εὐδοκιμηκότες; Καὶ μαρτυροῦσιν αἴ τε ἐξορίαι καὶ διωγμοὶ, φυλακαί τε καὶ κακώσεις, ἡ μέχρις αὐτοῦ αἵματος ἀντικατάστασις, ἀγωνιζομένων ὑμῶν πρὸς τὴν ἁμαρτίαν· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον, παρ᾽ οὗ καὶ ὁ ἔπαινος. Καὶ ἄλλοι μὲν ἐχέτωσαν χρήματα καὶ κτήματα, μοναστήριά τε καὶ φροντιστήρια· ἐμοὶ δὲ ἀρκοῦν εἰς εὐδοξίαν τὸ ὑμᾶς μόνον ἔχειν, καὶ ἐν ὑμῖν καλλωπίζεσθαι. Ὑμεῖς γὰρ ἐστὲ καὶ ἡ χαρὰ καὶ ὁ στέφανός μου, καὶ ἡ ζωὴ καὶ ἡ προθυμία, καὶ εἴ τι ἄλλο τῶν καλῶν. Μόνον παρακαλῶ, μὴ ὑπολήξειν τῆς καλῆς προθέσεως, μηδὲ εἰδέναι μέτρον τοῦ καλοῦ καὶ τῆς ἀναβάσεως· ἀλλ᾽ ὥσπερ οἱ κατὰ σάρκα χρηματιζόμενοι οὐ λαμβάνουσι κόρον τῆς τοῦ πλείονος ἐφέσεως· οὕτως ἡμᾶς ἐν τοῖς πνευματικοῖς τοῖς κρείττοσι ἐπεκτείνεσθαι μὴ παύσοισθε ἕως ἐσχάτης ἀναπνοῆς. Ἐπειδὴ οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν δόξαν τὴν μέλλουσαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς· Οὐχ ὁρᾶτε τοὺς βίους τῶν ἁγίων πόσοις πόνοις καὶ ἱδρῶσι κατωρθώθησαν; Οὐχ ὁρᾶτε τὰ μαρτύρια τῶν ἁγίων πόσοις αἵμασι καὶ παθήμασι συνετελέσθησαν; Διὰ τί; Ἵνα Χριστὸν κερδήσωσι, ἵνα τῶν ὑπεραγαθῶν τύχωσι· ἐπειδὴ τὰ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Οὐ καλὸς ὁ ἥλιος; ἀλλὰ καὶ οὗτος μικρὸν ὕστερον σκοτισθήσεται· Οὐ καλὴ ἡ σελήνη; ἀλλὰ καὶ αὕτη οὐ δώσει τὸ φέγγος αὐτῆς. Οὐ καλοὶ οἱ ἀστέρες; ἀλλὰ καὶ αὐτοὶ πεσοῦνται. Οὐ καλὸς ὁ οὐρανὸς; ἀλλὰ καὶ αὐτὸς ὡς ἱμάτιον παλαιωθήσεται, καὶ πάντα ἀλλαγήσονται· καὶ καινοὺς δεῖ γενέσθαι οὐρανοὺς καὶ καινὴν γῆν, κατὰ τὸ γεγραμμένον· καὶ ζωὴ μακαρία ἔσται καὶ ἀνεκλάλητος ἡ μετὰ Χριστοῦ καὶ σὺν Χριστῷ προσδοκωμένη.
Τοιαῦται οὖν αἱ ἐπαγγελίαι, καὶ τοιούτοις ἐνθυμήμασι βοηθῶμεν ἑαυτοῖς, ἀδελφοὶ, τοὺς ὑπὲρ αἴσθησιν τὰ κατ᾽ αἴσθησιν νικῶντες, καὶ τῷ θείῳ ἔρωτι τὸν τῆς σαρκὸς ἔρωτα καταστέλλοντες. Καὶ καθὼς διδάσκει ὁ ἀπόστολος τὰ ἄνω ζητοῦντες οὗ ἐστιν ὁ Χριστὸς ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος, τὰ ἄνω φρονοῦντες, μὴ τὰ ἐπὶ γῆς, καθάπερ τινες τῶν ἀνθρώπων δίκην συῶν τῷ βορβόρῳ τῶν ἐνθυμιῶν ἐγκυλινδούμενοι καὶ τοῖς τέλμασι τῶν παθῶν καταβαπτιζόμενοι, ὧν τὸ τέλος ἀπώλεια, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦ Χριστὸν· ὃν καὶ ἀξιωθείημεν εὐμενῶς ἰδέσθαι προσλαμβανόμενον ἡμᾶς ἐν τῇ αὐτοῦ βασιλείᾳ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.