Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 82

ΚΑΤΗΧΗΣΙΣ ΠΒ΄.
Περὶ τοῦ καθαίρειν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ διὰ τῆς θεοδωρήτου μετανοίας.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἐπελύπησεν ἡμᾶς ἡ πληγὴ τοῦ ποδός μου, καὶ οὐκ ἀπεικότως· συνδιατίθεσθέ μοι γὰρ καὶ χαιρομένῳ καὶ λυπουμένῳ ὡς φιλάδελφοι, καὶ φιλοπάτορες. Ἐγὼ δὲ ἐντεῦθεν ποιοῦμαι τὴν κατήφησιν. Πῶς; Ὅτι ἐπειδὴ ἐπλήγην διὰ τὰς ἁμαρτίας μου, εὐθέως ἐδεήθην καὶ ἀνακλίσεως καὶ ἰατρείας, ἐξ οὗ οὐδὲ ἠδυνήθην ὑμῖν συναναστραφῆναι ταῖς τρισὶν ἡμέραις ταύταις. Εἶτα ἐπειδὴ ἐλέει θεοῦ ἐθεραπεύθην, πάλιν σύνειμι καὶ συμφέρομαι ἡμῖν. Οὕτως ἐστὶν καὶ ἐπὶ τῶν κατὰ ψυχὴν συνπτωμάτων. Ἐτρώθη τις τὴν καρδίαν ἀπὸ ὁράσεως, ἢ ἀπὸ ἀκοῆς; καὶ συνηρπάγη ἐκ λογισμοῦ δαιμονιώδους, καὶ ἀνεφλέχθη εἰς ἐπιθυμίαν, εἰς ἀντιλογίαν, εἰς παρακοὴν, εἰς ἄλλο τι τῶν ὀλεθρίων παθῶν; δεῖν εὐθὺς θεραπείας· ἡ δὲ ἐστὶ μετάνοια, κατάνυξις, κλαυθμὸς, ὀδυρμὸς, συντριμμὸς καρδίας, καὶ τὰ ἄλλα φάρμακα τῆς μετανοίας. Καὶ ἐντεῦθεν ἀναῤῥωσθῆναι καὶ πρὸς τὴν προτέραν ἀναδραμεῖν κατάστασιν. Εἰ δὲ μὴ οὕτως γένηται, εὑρισκόμεθα ἁμαρτίαν ἐφ᾽ ἁμαρτίας, καὶ πληγὴν ἐπὶ πληγὴν προστιθέντες. Καὶ γίνεται τὸ πάθος ἀνίατον, καὶ ἀῤῥωστοῦμεν τὴν πρὸς τὸν θάνατον ἁμαρτίαν.

Ἀλλὰ μηδαμῶς οὕτως, ὦ ἀδελφοί. Ἀλλὰ πρῶτον μὲν φυλακτέον μὴ ἁμαρτεῖν ἡμᾶς. Τί γὰρ ἡδύτερον καὶ μακαριώτερον τοῦ ψυχὴν ἔχειν καθαρὰν καὶ νοῦν ἄπληγα ἐκ παθῶν. Εἰ δὲ καὶ συμβῇ ἁμαρτεῖν, ἐπειδὴ ὀλισθηρὰ ἡ φύσις ἡμῶν, θᾶττον διορθωτέον· καὶ μὴ δὲ πρὸς μίαν ὥραν ἀθεράπευτον τι ἐατέον. Ὅτι ὁ θάνατος κλέπτης ἐστὶ, καὶ οὐκ οἴδαμεν ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται· μεσονύκτιον ἢ ἀλεκτροφωνίου; Καὶ τὸ ἀπαρασκεύαστον ἐξελθεῖν τοῦ σώματος ἐπικινδυνώτατον λίαν. Καὶ τὸ παρασταθῆναι τῷ βήματι τοῦ Χριστοῦ φοβερώτατον πάντων σφόδρα. Ζῶν γὰρ, φησὶν ὁ λόγος τοῦ θεοῦ, καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ· πρὸς ὃν ἡμῶν ὁ λόγος. Καὶ εἰ ὁ δίκαιος μόλις σώζεται, τούτων οὕτως ἐχόντων· ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;

Καὶ εἰ ὁ Δανιὴλ ὁ προφήτης ἰδὼν ἐν ὁράματι τὸ κριτήριον, καὶ ἔφριξε καὶ ἐξέστη· τί πειράμεθα ἡμεῖς ἐπ᾽ αὐτῶν ἐρχόμενοι τῶν πραγμάτων; Ποταμὸς, φησὶ, πυρὸς εἶλκεν ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες παρειστήκασαν αὐτῷ· καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ· Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεώχθησαν. Ὅταν οὖν ταῦτα γένηται, τίς ὑποστήσεται, τίς παῤῥησιάσεται; ἢ ὁ ἔχων πίστιν ὀρθὴν καὶ τὴν πρᾶξιν ἀγαθὴν· ὁ τὴν ἀνδρείαν καὶ τὴν δικαιοσύνην καὶ τὴν σοφροσύνην κεκτημένος ὁ υἱὸς τῆς ὑπακοῆς· καὶ τελειωτῆς τῆς ὑποταγῆς. Διατοῦτο προσεκτέον πάσῃ φυλακῇ, ὦ ἀδελφοὶ, καὶ φοβητέον τὴν ὥραν τοῦ θανάτου, καὶ ἑτοιμαστέον κατὰ πᾶσαν ὥραν πρὸς τὴν ἔξοδον· καὶ μὴ λαθῇ κλεπτέον ἡμᾶς ὁ ἀνθρωποκτόνος ἡμῶν ἐχθρὸς ἀεὶ τὸ παρὸν διὰ ῥαθυμίας προϊέμενος, καὶ πρὸς τὸ ἑξῆς τὴν ἐργασίαν τῶν ἐντολῶν ὑποτιθέμενος. Τοιοῦτος γάρ ἐστιν ὁ ὄφις ἀπατῶν καὶ ποικιλλόμενος τοῖς τῆς κακίας τρόποις. Ὃν μὴ ἀγνοῶμεν, ἀλλὰ ἀποτρεπώμεθα καὶ ἀποκρουώμεθα δυνάμει θεοῦ ἑκάστοτε.

Διὰ τοῦτο ἐγὼ ὁ ταπεινὸς κατὰ τὴν παροῦσαν ὥραν ἤγαγον ὑμᾶς ἐνταῦθα, ὡς ἂν ἀκούσητε πέντε ῥήματα ἐκ τοῦ στόματός μου, εἰς τὸ παρακληθῆναι ἐν ἀλλήλοις διὰ τῆς ὑπομνήσεως. Ἀγαθὴ γὰρ ἡ ὑπόμνησις, ὡς ἡ νεαρὰν ποιοῦσα τὴν ψυχήν. Καὶ τοῦτο ποιοῦντες κατὰ μίμησιν τῶν πατέρων ἡμῶν, εὖ οἶδα, καὶ πέπεισμαι, ὅτι πορισόμεθα τὴν σωτηρίαν ἡμῶν· καὶ θεὸν ἵλεον καταστήσωμεν, καὶ τῆς βασιλείας αὐτοῦ τυχεῖν καταξιωθῶμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·