Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 83

ΚΑΤΗΧΗΣΙΣ ΠΓ΄.
Πῶς τὸ ἱκανῶς ξενίζειν χρῆ τοὺς παραβάλλοντας ἀδελφοὺς ἡμῶν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Εὐχαριστεῖν ὀφείλομεν τῷ Κυρίῳ ἐφ᾽ οἷς ποιεῖ μεθ᾽ ἡμῶν ἀγαθοῖς, καὶ μάλιστα ἐν τῇ ξενίᾳ ταύτῃ· ὅτι καί περ ὄντες ἐν διωγμῷ ὡς ἐν μοναστηρίῳ διαιτώμενοι, ἱκανοῦμεν ξενίζειν, καὶ τοὺς παραβάλλοντας. Ὁρᾶτε πόσοι τῶν ἀδελφῶν ἀεννάως ἐντεῦθεν καὶ ἐντεῦθεν ἐπιδημοῦντες καὶ εἰκότως. Ποῦ γὰρ ἄλλῃ ἀποβλέψουσιν, ἢ πάντως εἰς θεὸν καὶ εἰς τὴν ἡμετέραν ταπείνωσιν; Ὁρᾶτε καὶ τοὺς ἄλλους ἐπιξενουμένους ἀδελφούς τε καὶ πατέρας πτωχεύοντας καὶ ἠπορημένους; καὶ σχεδὸν οὐκ ἐστὶν ἡμέρα ἐκτὸς ὑποδοχῆς, καὶ ὅμως ἐν πᾶσι τούτοις οὐκ ἐνέλειπεν ἡμῖν τὰ πρὸς χρείαν· ἀλλὰ καὶ ὑπὲρ ἐκ περισσοῦ ἡ αὐτάρκεια· Καὶ τί ἄλλο ἐστιν εἰπεῖν, ὅτι ἀψευδὴς ὁ ἐπαγγελλόμενος· Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ἡμῖν; Καί γε προστεθήσεται ἡμῖν ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ τῶν ἄλλων χρειῶν πάντα ὑπὲρ ἐλπίδα, καὶ οὐχ ἱκανοῦμεν· οὐδὲ ἔχομεν ἀξίαν φωνὴν ῥῆξαι εἰς εὐχαριστίαν τῆς ἀγαθότητος αὐτοῦ· εἰ δὲ ὅτι συνεχόμεθα καὶ συμπιεζόμεθα ἐν ταῖς ὑποδοχαῖς δηλονότι· ἀλλ᾽ ὁρᾶ ὅσος ὁ μισθὸς, καὶ ὅση ἡ πρὸς θεὸν αἴνεσις. Αὐτοὶ οἱ κατέχοντες τὰ μοναστήρια θαυμάζουσι, ὅτι ἅπερ ἐκείνοις οὐκ ἐξικνεῖται ποιεῖν, ἡμῖν δέδωκεν ὁ θεὸς ἐπετελεῖν. Διὰ τί; Ἵνα τὸ δυνατὸν τοῦ θεοῦ γνωρισθῇ κατὰ πίστιν καὶ ἐλπίδα, οὐκ ἐν τοῖς ἀνθρωπίνοις καθήκουσι τελειούμενον.

Καὶ μοι δοκεῖ παρόμοιον εἶναί τι τὸ καθ᾽ ἡμᾶς τῆς ἐν ἐρήμῳ τοῦ Ἰσραὴλ διατριβῆς· τετραετίαν σήμερον οὐ σπείρουσιν, οὐδὲ θερίζουσι δέδωκεν ἡμῖν ὁ θεὸς ἀνελλιπῶς τὰς τροφὰς τὰς τοῦ σώματος· οὐ μάννα οὐρανόθεν ὕων· ἀλλὰ τὰς τῶν ἐχόντων ἀποθήκας ἡμῖν ἀνοίγων. Οὐχ ὕδωρ ἐκ πέτρας πηγάζων, ἀλλὰ τοὺς οἰνῶνας τῶν εὐσεβῶν προχέων ἡμῖν· τί ἄλλα ὅσα οὐκ εὐμαρῶς ἐστι λέγειν. Ἆρα οὐ θαυμαστὸν τοῦτο καὶ ξένον καὶ αἰνέσιμον; Εἴπω τι καὶ ἕτερον ἀποστολικῶς· Ὡς πτωχοὶ μὲν ἡμεῖς, πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ τὰ πάντα κατέχοντες. Τοιαῦται γὰρ αἱ τοῦ ἀγαθοῦ θεοῦ ἡμῶν δωρεαὶ, καὶ τηλικαῦται αἱ εὐεργεσίαι, καὶ δέος μήποτε ἀναισθησίᾳ τῶν τιμῶν κατιβρύσωμεν τὸν εὐεργέτην, ἀλλὰ προσχόντες προσέχωμεν ἀδελφοὶ πάντες ὁμοῦ, οἱ τε ἐνταῦθα καὶ οἱ ἐπιδημοῦντες, καὶ κατορθοῦντες κατορθώσωμεν τὰς ἐντολὰς τοῦ κυρίου, καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, μὴ ζῶντες ἀδιαφόρως, μηδὲ ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, μηδὲ γογγύζοντες κατὰ τοὺς πάλαι γογγυστὰς, μηδὲ ἐκπειράζοντες τὸν κύριον κατὰ τοὺς τηνικαῦτα πειραστὰς· ὡς εἰ ἄρα δύναιτο θεὸς τοῦτο κἀκεῖνο πρὸς τὸ ἑξῆς πορίζειν. Πάντα δυνατὰ τῷ πιστεύοντι, γέγραπται· καὶ πιστεύσουσιν ἐπεχορηγήσῃ ἡμῖν ὁ κύριος πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ τὰ κατὰ σάρκα ἐφόδια, καὶ τὴν ἤρεμον τοῦ βίου διελευσώμεθα, φωτὶ ἀληθείας καταυγαζόμενοι, καὶ τὸν ἀόρατον Ἀμαλὴκ τροπωσώμεθα ὅπλοις δυνατοῖς τοῦ πνεύματος συμφραττόμενοι. Καὶ εἰς γῆν τῆς ἐπαγγελίας οὐκ εἰσελευσώμεθα μὲν, ὅτι μηδὲ πρὸς ἡμῶν τὰ πρόσκαιρα καὶ παρερχόμενα· εἰς δὲ τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελευσώμεθα· ὅτι πιστὸς ὁ ἀπαγγειλάμενος καὶ λέγων· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·