Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 84
ΚΑΤΗΧΗΣΙΣ ΠΔ΄.
Ὅτι οὐ χρῆ διδόναι ἀφορμὴν ζητοῦσιν ἀφορμὴν· καὶ περὶ τοῦ ἀγωνίζεσθαι κατὰ τῶν παθῶν.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Πρὸς τὰ φθάσαντα λυπηρὰ προσκαιρόν ἐστιν τὸ τοῦ ἀποστόλου εἰπεῖν· Πειρασμὸς ἡμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος. Λέγομεν δὲ τοῦτο διὰ τὸν κύριον Θεόκτιστον τὸν καλόγηρον, ὡς ὄντα ἡμέτερον κατὰ πάντα. Τίς δὲ ὁ πειρασμὸς; ὅτι αὐτὸς μὲν ἐξωρίσθη ἐν τῇ καλουμένῃ Χαλκίτῳ· ὁ δὲ πρεσβύτερος αὐτοῦ διεμβληθεὶς ὑπὸ ὁμοταγοῦς, ὡς ἀμνημονήσας τοὺς κρατοῦντας ἐδάρη δερμὸν χαλεπόν. Καὶ οἱ πειρασμοὶ ἀνάπτονται, καὶ εὑρισκόμεθα, ὡς τὰ πολλὰ ἡμεῖς παραίτιοι τῶν πειρασμῶν. Πῶς γὰρ ἐνδέχεται μοναστήριον κρατεῖν καὶ οὐ μνημονεύειν τοὺς κρατοῦντας· ἢ πῶς ἐνδέχεται ἐν τῇ πόλει διατρίβειν τοὺς σεσωσμένους ἀδελφοὺς καὶ πατέρας· καὶ μὴ ταραχὴν ἐμποιεῖν τοῖς κακοδόξοις. Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, Καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· Οἱ δὲ τοὐναντίον ποιοῦντες τἀναντία ὑπομένουσι.
Διὰ τοῦτο ἡμεῖς οἱ ταπεινοὶ ἐμακρύναμεν τῶν ἐν ἄστει, ἐν τῇ ἐσχατίᾳ ταύτῃ καθεζόμενοι, ἵνα μὴ δῶμεν ἀφορμὴν τοῖς ζητοῦσιν ἀφορμήν. Καὶ ὁ κύριος διεφύλαξεν ἡμᾶς ἀσινεῖς ἕως τοῦ παρόντος· ἀλλὰ καὶ διαφυλάξειεν ἐάνπερ προσέχωμεν ἑαυτοῖς καὶ μὴ ἐκφερομυθῶμεν τοῦτο κἀκεῖνο, μὴ δὲ ὑπέσχωμεν τὰς ἀκοὰς λόγοις ματαίοις καὶ κυβδήλοις. Τί λέγει ὁ ἀπόστολος; Ὁ λόγος ἡμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος εἰδέναι ἡμᾶς, πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Καὶ πάλιν ὁ ἀδελφόθεος λέγει· Οὕτω λαλεῖτε καὶ οὕτω ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. Ὥστε ἀσφαλεῖς ὦμεν μὴ ἐμπεσεῖν εἰς πειρασμὸν ἀκαίρως, ἀλλά γε ἐξελθεῖν ὡς ἐκ παγίδος τῶν παρόντων κακῶν.
Καὶ τοιοῦτος μὲν ὁ ἀνθρώπινος πειρασμὸς, τουτέστιν ὁ ἐλαφρός· ὁ δὲ τῶν δαιμόνων οὕτός ἐστιν ὁ λίαν βαρὺς καὶ ἀκήρυκτος, ὃς ἔκδοτος ὢν κατὰ πᾶσαν ἡμέραν καὶ ὥραν καὶ στιγμὴν εἰς τὸ πειράζειν ἡμᾶς, χαλεπὴν ἡμῖν λίαν ποιεῖται τὴν ἀντίστασιν, καὶ δυσκατόρθωτον τὴν νίκην. Ἀλλ᾽ ἐπειδὴ πάντα ἐπιμελείᾳ καθορθοῦσθαι πέφυκεν, ὑπομείνωμεν καὶ νικήσωμεν μετὰ Χριστόν. Αὐτὸς γάρ ἐστιν ὁ διαφέρων ἡμῶν τοὺς ἀγῶνας. Ὅτι χωρὶς ἐμοῦ, φησὶν, οὐ δύνασθε ποιεῖν οὐδέν. Καὶ σπεύσωμεν μὴ ἐμπεσεῖν ἐν τῷ πειρασμῷ τούτῳ μηδὲ ὑπὸ χεῖρα γενέσθαι τοῦ διαβόλου, ὅτι ὦδε οὐκ ἔστιν εἰς νῆσον ἐξορισθῆναι καὶ ἐπ᾽ ὀλίγον χρόνον· ἀλλὰ ἀπὸ θεοῦ ἀποῤῥιφῆναι, καὶ εἰς σκότος ἐξώτερον ἀποπεμφθῆναι· καὶ οὐκ ἐστιν ὦδε τόσα καὶ τόσα μαστιχθῆναι, ἀλλὰ ἀπειρίαι μάστιγες καὶ αἰώνιαι καὶ ἀτελεύτητοι. Ἀναστήσονται, γάρ φησὶν, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Φοβηθῶμεν οὖν λοιπὸν, ἀδελφοὶ, καὶ στενάξωμεν· πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς ἰσχύος τοῦ ἐν ἡμῖν πνεύματος, καὶ λογισμοὺς καθαιροῦντες, κατὰ τὸ γεγραμμένον, καὶ πᾶν ὕψωμα ἐπαιρώμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν· καὶ τοῦτο ὁ πόλεμος ὁ ἀκαταμάχητος· καὶ τοῦτο τὸ μαρτύριον τὸ πολυβάσανον καὶ πολυήμερον· ὃς γὰρ οὐκ ἐνδίδωσι τοῖς λογισμοῖς ἀεὶ τυπτόμενος, οὐδὲ κάμπτει γόνυ τῷ Βαάλ· ἀλλ᾽ ἀνταγωνιζόμενος καὶ ὑπεραλλόμενος τῶν παθῶν ἐπιθυμίας θυμὸν, ὀργὴν, φόβον, οὗτος δηλονότι καθεκάστην μαρτυρεῖ καὶ μετὰ τοῦ Παύλου δυνατός ἐστὶ λέγειν· Καθ᾽ ἡμέραν ἀποθνήσκω· νὴ τὴν ἡμετέραν καύχησιν, ἢν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. Καὶ ἐπὶ τέλει τῶν ἀγώνων παῤῥησιασθήσεται εἰπεῖν· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής. Καὶ γένοιτο πάντας ἡμᾶς τὸ αὐτὸ εἰπεῖν, καὶ τῷ τῆς δικαιοσύνης στεφάνῳ κατακοσμηθῆναι, καὶ εἰς βασιλείαν οὐρανῶν εἰσελθεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.