Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 85

ΚΑΤΗΧΗΣΙΣ ΠΕ΄.
Διδασκαλία περὶ τοῦ φεύγειν τὴν ὀλέθριον ἡδονήν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἡλίκον ἀγῶνα ἔχειν τὸν διδάσκαλον περὶ τῶν μαθητῶν ὑποδείκνυσιν ὁ ἀπόστολος πρὸς Τιμόθεον λέγων· Ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ· ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται. Ἐμοὶ δὲ μὴ γένοιτο οὕτω διακείμενον διαλέγεσθαι ὑμῖν· ἀλλ᾽ ὅτι ληθαργικός ἐστιν ἡ φύσις ἡμῶν καὶ κατωφερὴς, ἐπιλανθανομένη τῶν διδαγμάτων, καὶ ἀεὶ χρήζουσα οἷόν τινι κέντρῳ τῆς πληγῆς τοῦ λόγου νύσσεσθαι, ἵνα διυπνίζηται. Καὶ ὁρᾷ τὴν προκειμένην αὐτῇ χαράν. Τί γάρ; Οὐχὶ βασιλεία τῶν οὐρανῶν ἐπήγγελται ἡμῖν; οὐχὶ ζωὴ ἀθάνατος; οὐχὶ χαρὰ ἀνεκλάλητος; οὐχὶ ἀναπαύσεις ἀείδιοι; Ὑπὲρ τίνος δεσμὰ καὶ φυλακαί; ὑπὲρ τίνος ἐξορίαι καὶ κακώσεις; ὑπὲρ τίνος βάσανοι καὶ θάνατοι; Οὐχ ὑπὲρ τοῦ τυχεῖν τῶν προκειμένων ἀγαθῶν, καὶ φεύγειν τῶν ἠπειλημένων τιμωριῶν; Ὁρᾷ τοὺς μάρτυρας μετὰ χαρᾶς κενοῦντας τὰ αἵματα, προθυμίᾳ χωροῦντας πρὸς τὸ ξίφος, πρὸς θῆρας, πρὸς πανοτιοῦν τῶν ἄλλων παθημάτων. Ὁρᾷ καὶ τοὺς ὁσίους μετὰ θυμιδίας ὑποπιάζοντας καὶ δουλαγωγοῦντας τὸ σῶμα, καὶ μηδὲν ἡγουμένους ἀρετῆς ἐρασμιώτερον.

Τί οὖν λοιπὸν ἡμεῖς ἀπονυστάζομεν; Τί δὲ ὑποκρατούμεθα τοῖς πάθεσι τοῖς φθοροποιοῖς καὶ ὀλεθρίοις καὶ τιτρώσκουσι βέλους ὁξύτερον τὴν καρδίαν. Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε· λέγει κύριος. Καὶ ταῦτά ἐστιν ἀποφθέγξασθαι. Ἐξέλθωμεν, τοιγαροῦν ἀπ᾽ αὐτῶν ὡς ἐκ Σοδόμων καὶ Γομόῤῥων ἐν πυρὶ καὶ θείῳ τεφρωθέντων. Ἀποθώμεθα τὸ φρόνημα τῆς σαρκὸς τὸ ἀντιστατοῦν καὶ ἀντιμαχόμενον τῷ πνεύματι. Ἐλευθερώθημεν ἀνάπαυσιν ταῖς ψυχαῖς ἡμῶν. Τί γὰρ ἂν ἀεὶ ἀναπαυστικώτερον, ἀνενοχλήτου τῶν παθῶν μενούσης τῆς ψυχῆς καὶ εἰρήνην ἀγούσης πρὸς τὸν θεόν. Τοῦτό ἔστιν ἡ χαρὰ καὶ ἡ ἀγαλλίασις. Τοῦτο ἡ μακαρία θυμηδία καὶ ἱερὰ ἡδονή.

Ὥστε εἰ βουλώμεθα ἀπολαύειν ἡδονῆς, φύγωμεν τὴν ὀλεθρίαν ἡδονὴν τῆς σαρκὸς, ἐξ οὗ τίκτεται φθορὰ καὶ θάνατος. Ὁ σπείρων γὰρ φησὶν, εἰς τὴν σάρκα αὐτοῦ, ἐκ τῆς σαρκὸς θερίζει φθορὰν, καὶ ὁ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Καὶ εἰ βουλόμεθα ἔνδοξοι φανῆναι, καταφρονήσωμεν τῆς κακῆς δόξης καὶ ἀνθρωπίνης, τὴν ταπεινοφροσύνην ἐγκομβούμενοι, καὶ πάσῃ ἀγαθοεργίᾳ καταρτιζόμενοι. Οὕτω γὰρ καὶ τὸν παρόντα εὐμαρῶς, διανύσωμεν βίον· καὶ τῶν μελλόντων ἐπιταξώμεθα ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·