Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 86

ΚΑΤΗΧΗΣΙΣ Πϛ΄.
Περὶ εὐχαριστίας, καὶ τοῦ μὴ ὀκλάζειν ἐν τοῖς πειρασμοῖς.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ἐν τοῖς τρισὶν ἔτεσιν τούτοις καὶ νῦν τίνα ζωὴν διάξωμεν; Οὔτε πάντως δεδιωγμένοι· οὔτε μὴν ἀδίωκτοι διαμένοντες· ἐξ οὗ καὶ ὁρῶμεν ἀλλήλους, καὶ παραβάλλωμεν ἀλλήλους· καὶ τοῦτο τῆς τοῦ θεοῦ φιλανθρωπίας ἔργον. Ἐπειδὴ γὰρ οἶδεν ἡμᾶς ὀκλάσαντας τῇ παρατάσει τοῦ προλαβόντος διωγμοῦ, τὰς μὲν φυλακὰς συνέστειλε, τὴν δὲ ὀρθοδοξίαν ἔτι ἀναβάλλεται, κατὰ τὰ ἀθεώρητα αὐτοῦ τῆς δικαιοσύνης κρίματα. Καὶ οὕτως μὲν τοῦτο. Ἐγὼ δὲ ἁπλῶς μὲν ἀποσκοπῶν, ὀλίγους νομίζω τοὺς διὰ κύριον δεδιωγμένους· ὁρῶν δὲ καθ᾽ ἑκάστην, ὡς ἔπος εἰπεῖν, ὅσοι τῶν ἡμετέρων ἀδελφῶν παραγίνονται μικροῦ καὶ ἀπονοοῦμαι ὅτι τοσοῦτοί εἰσιν οἱ μὴ κάμψαντες γόνυ τῇ Βαάλ· ἀλλὰ τηρούμενοι τῷ κυρίῳ, ὡς ἀστέρες φαεινοὶ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.

Ἔχει οὖν καύχημα καὶ ἡ παροῦσα γενεὰ πρὸς τοὺς μετέπειτα· ὅτι ὁ θεὸς ὄντως ἐν ἡμῖν ἐστίν. Καὶ ἡ ἐκκλησία τὴν αὐτῆς ἰσχὺν οὐκ ἀπώλεσε κατὰ τὴν ἀψευδῆ ὑπόσχεσιν τοῦ κυρίου· ἀλλ᾽ οἱ προσραγέντες αὐτῇ ἐξ αἰῶνος, αὐτοὶ μὲν ὡς ἀφρὸς θαλάττιος διελύθησαν. Ἡ δὲ ὡς ἀῤῥαγὴς πέτρα ἐπὶ τῆς αὐτῆς διαμένει πίστεως καὶ ὁμολογίας. Χαίρειν οὖν ὠφείλομεν ἐν τούτῳ καὶ ἀγάλλεσθαι· ἀλλὰ καὶ ἐγρηγορέναι καὶ νήφειν καὶ παρασκευάζεσθαι, μήποτε αἰφνιδίως πάλιν ἐπιστῇ πειρασμός. Οὐ γὰρ ἐκ τοῦ ἅπαξ πειρασθῆναι, ἢ δὶς, ἢ πολλάκις· ἀλλὰ μέχρι τέλους, χρῆ τὴν ὁμολογίαν διασώσασθαι ἡμᾶς· μὴ δὲ πτύρεσθαι ἀπὸ τῶν γινομένων ἀκοῶν, μηδὲ φοβεῖσθαι ἀπὸ τῶν δοκούντων μαστίγων ξέειν τὸ σῶμα· μηδὲ ἀπὸ τῶν συνθλιβόντων φυλακῶν τὴν σάρκα· μηδὲ ἐξ ἄλλης οὖν τινος ἐπηρείας ἀνθρωπίνης· ἀλλ᾽ ἡγεῖσθαι φοβερὸν εἶναι μόνον τὸν θεόν· οὗ τῷ πνεύματι πάντα σαλεύεται· καὶ δεδοικέναι μόνας τὰς αἰωνίους τιμωρίας, ὧν ἡ πεῖρα ἀνεκδιήγητος, τὰ δὲ παρόντα, εἴτε λυπηρὰ, εἴτε περιχαρῆ, ὀνείροις ἐοίκασι· τάχιστα τὴν ἀπαλλαγὴν ἔχοντα. Ἐπείπερ καὶ γέγραπται· Βέλος νηπίων ἐγεννήθησαν αἱ πληγαὶ αὐτῶν. Πρὸς τούτοις δὲ πυκτεύειν καὶ πρὸς τὸν ἀφανῆ διώκτην τὸν καθ᾽ ἑκάστην ἐπιτιθέμενον ἡμῖν, ὃς μάστιζι μὲν αἰσθηταῖς οὐδαμῶς, λογισμοῖς δὲ ἀοράτοις οὐ διαλιμπάνει τύπτειν ἡμᾶς. Καὶ καίειν· οὐκ ὑλώῳ πυρὶ, ἀλλ᾽ ἐπιθυμίαις πονηραῖς, τοῖς τε ἄλλοις πάθεσι πειρώμενος καὶ πολιορκῶν τὰς ψυχὰς ἡμῶν.

Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφῦν ὑμῶν ἐν ἀληθείᾳ, καθὼς γέγραπται, καὶ ἐνδυσάμενοι τὸν θώρακα δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσητε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ. Ταῦτα ἀποστολικὰ τὰ παραγγέλματα ταῦτα· καὶ ἡμεῖς οἱ ταπεινοὶ συμφθεγγόμεθα, καὶ συμπαρακαλοῦμεν μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσι, μὴ δὲ ὀκλάζειν ἐν τοῖς πειρασμοῖς εἰδότες, ὅτι τὸ περισσοτέρως πειράζεσθαι περισσοτέρων στεφάνων ἐστιν ὑπόθεσις· καὶ τὸ δυνατὸν ὁ θεὸς χαρίζοιτο· δυνατὸς γὰρ ἐστίν ὁ ἐπήγγελται καὶ ποιῆσαι· δυνατός ἐστι κραταιῶσαι ἡμᾶς ἔτι, οὐ μόνον πληγὰς ὑποῖσαι, ἀλλὰ καὶ πῦρ καὶ ξίφος, καὶ θῆρας καὶ πᾶν ὅ τι οὖν ἄλλο. Οὕτω γὰρ πεποιθὼς, ὁ ἀπόστολος λέγει· Ἐν πᾶσι τούτοις ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Καὶ πέπεισμαι ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἀρχαὶ, οὔτε ἐξουσίαι, οὔτε δυνάμεις, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται χωρῖσαι ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.

Εἰ οὕτως διατιθέμεθα μαρτύριον καθ᾽ ἡμέραν καὶ πρὸ μαρτυρίου, καὶ ἄθλησις ἑκάστοτε, καὶ πρὸ ἀθλήσεως, καὶ μετὰ μαρτύρων ἔσται ἡμῶν ἡ μερὶς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·