Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 87

ΚΑΤΗΧΗΣΙΣ ΠΖ΄.
Περὶ ἀκτημοσύνης καὶ τοῦ μὴ μεμονωμένως ζῆν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Μεγίστην δωρεὰν ἔδωκεν ἡμῖν ὁ θεὸς τὸν ὑπὲρ αὐτοῦ διωγμὸν, καθὼς αὐτὸς ἐν τοῖς εὐαγγελίοις εἴρηκε· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Βλεψώμεθα δὲ ἡμεῖς μήποτε ἀναξίως τοῦ μακαρισμοῦ πολιτευόμενοι, εἰς κρῖμα ἑαυτοὺς τὸν διωγμὸν ἔχωμεν· προσήκει τοίνυν τὸν δεδιωγμένον, πρῶτον μὲν μὴ μεμονωμένην ζωὴν ἔχειν, ἀλλὰ μεθ᾽ ἑτέρου ἀδελφοῦ συζῇν· Ὅτι οὗ γὰρ εἰσὶ δύο ἢ τρεῖς εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, ὁ κύριος ἔφη. Ἔπειτα μὴ ποιεῖσθαι προόδους πλὴν τῶν ἀναγκαίων, μένειν δὲ, ἐν ᾧ ξενίζεται, τόπῳ κἀκεῖ σχολάζειν τῇ προσευχῇ, τῇ δεήσει, τῇ ψαλμῳδίᾳ, τῷ ἐργοχείρῳ τοῖς ἄλλοις ἀγαθοῖς ἐπιτηδεύμασιν, φεύγειν ἀπὸ ὄψεως γυναικὸς, στέλλεσθαι ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, εὔελπιν ἀρκούμενον τοῖς παροῦσιν, ἕτοιμον πρὸς ὑποδοχὴν τῶν ὑπὲρ Χριστοῦ παθημάτων· ὅπου γὰρ διωγμὸς, ἀκολουθεῖ καὶ τὰ παθήματα.

Εἰ δὲ ταῦτα οὕτως ἔχει, ποῦ ποτε εἰσὶν οἱ μεμονωμένοι ζῶντες, καὶ τοῦ οὐαὶ κληρονόμοι; Οὐαὶ γὰρ φησὶ, τῷ μόνῳ, ὅτι ἐὰν πέσῃ, οὐκ ἔστιν ὁ ἐγείρων αὐτόν. Ποῦ δέ εἰσιν οἱ τοὺς δούλους ἔχοντες καὶ τὴν ἐλευθερίαν τῶν μοναχῶν ἀπέχοντες; Ποῦ δέ εἰσιν οἱ τοὺς ἀγροὺς καὶ τοὺς ἀμπελῶνας, τοὺς βόας καὶ τὰς ἡμιόνους ᾠνούμενοι, καὶ τοῦ Γιεζῆ τὴν λέπραν ἐπισπώμενοι; Ἐντεῦθεν τὸ φιλαργυρεῖν, ἐντεῦθεν τὸ φιλοκερδὲς, ἐντεῦθεν τὸ ἀστατεῖν, καὶ μὴ αἱρεῖσθαι μετὰ ἀδελφοῦ συζῇν. Ἀλλὰ μονοτρόπως καὶ ἰδιοθελῶς διεξάγεσθαι· ἐντεῦθεν τὸ βλασφημεῖσθαι τὸ ὄνομα τοῦ θεοῦ δι᾽ ἡμᾶς ἐν τοῖς ἔθνεσιν, καθὼς γέγραπται· ἐντεῦθεν τὸ πτωματίζεσθαι κατὰ ψυχήν. Πῶς γὰρ μὴ πτωματισθῇ ὁ ἀδιαφόρως ζῶν; Οὐκ οἴδατε, φησὶν ὁ ἀπόστολος, ὅτι ναὸς τοῦ θεοῦ ἐστὲ, καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθείρει τοῦτον ὁ θεός. Καὶ πάλιν λέγει· Μὴ πλανᾶσθαι· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὔτε λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.

Καὶ ταῦτα πρὸς τοὺς ἐν τῷ κοινωνικῷ βίῳ εἴρηται· πρὸς δὲ ἡμᾶς οὐκ οὕτως. Ἀλλὰ τί; Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου. Καὶ ὑμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Τί οὖν λοιπὸν ἀπόλλυμεν τὸν μακαρισμὸν ἡμῶν; Τί δὲ κατευτελίζωμεν τὸ εὐγενὲς τοῦ ἐπαγγέλματος ἡμῶν; Τί δὲ μὴ μιμώμεθα τοὺς καλῶς βιωτεύοντας ἀδελφοὺς ἡμῶν; ὧν ὁ βίος φαεινὸς καὶ ὁ ἔπαινος ἀπὸ τοῦ θεοῦ καὶ ἀνθρώπων; Οὐ ἐκνήψωμεν ὀψέποτε καὶ ἡμεῖς; οὐκ ἀνακαλεσώμεθα ἑαυτοὺς; Οὐ φροντίσωμεν περὶ τῆς σωτηρίας ἡμῶν; Οὐ κατ᾽ ὀφθαλμοὺς ληψόμεθα τὴν ἡμέραν τῆς ἐξόδου; Πῶς παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ; Τίνα λόγον ἀποδώσομεν, οἱ καὶ περὶ ἀργοῦ ῥήματος εὐθύνεσθαι μέλλοντες, ἐν τοῖς μείζοσι καὶ χαλεποῖς κατακρατούμενοι;

Ἀλλ᾽ ἀνανήψωμεν, ἀδελφοὶ, ὀψὲ τοῦ καιροῦ· ἀλλ᾽ ἀνακαλεσώμεθα ἑαυτοὺς καὶ ἀποῤῥίψωμεν τὰ πάθη· ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός· πάσῃ φυλακῇ τηρούμενοι τὰς καρδίας ἡμῶν, πάντοθεν εὐαρεστοῦντες τῷ κυρίῳ, ἵνα οὕτως σωθέντες κληρονόμοι γενώμεθα τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·