Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 88

ΚΑΤΗΧΗΣΙΣ ΠΗ΄.
Περὶ μνήμης τοῦ θανάτου.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Τί οὕτω καλὸν καὶ ὠφέλιμον τῇ ψυχῇ ὡς ἀνάμνησις θανάτου; Περὶ οὗ καὶ διαλεχθῆναι ὑμῖν προτρέπομαι ὑπὸ τοῦ κοιμηθέντος ἐν τῷ Ἐλαίᾳ ἐπισκόπου· ὑμεῖς μὲν οὐκ ἐθεάσασθε ἀποθνήσκοντα· ἡμεῖς δὲ θεασάμενοι πάνυ καὶ ὠφελήθημεν καὶ κατενύγημεν, τὰ ἐκείνου ἐν ἑαυτοῖς ἀνωθεωρήσαντες. Ἐξῆλθεν οὖν ἐκεῖνος καὶ ἀπῆλθεν, ὥσπερ ὁ καταλύων σκηνὴν πύξας, καὶ οὐκ ἔτι ὑποστρέψειεν τῷδε βίῳ οὐκ ἔτι χρειώδης αὐτῷ οὐχ ὁ οὐρανὸς, οὐχ ἡ θάλασσα, οὐχ ὁ ἥλιος οὐχ ἡ σελήνη, οὐχ οἱ ἀστέρες, οὐκ ἔτι ἀναπνεύσει τὸν ἀέρα τοῦτον· οὐ φωνήσει ἐν τῷ λάρυγγι, οὐχ ὄψεται τοῖς ὀφθαλμοῖς, οὐκ ἀκούσει τοῖς ὠσὶν, οὐκ ὀσφρανθήσεται ταῖς ῥισὶν, οὐχ ἄψεται ταῖς χερσὶν, οὐ περιπατήσει τοῖς ποσὶ, οὐκ ἄλλο οὐ μικρὸν οὐ μέγα ἐνεργήσειε τῆς παρούσης ζωῆς· Ἀπέκλεισε γὰρ κατ᾽ αὐτοῦ· καὶ ἀναμένει τὸ κριτήριον τῆς ἀνταποδώσεως· ἔτι γὰρ ταμιεύεται ἡμῖν ἡ ἀνταπόδοσις. Καθὼς γέγραπται καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.

Τί οὖν ἡμεῖς λοιπὸν, ἀδελφοί; Τί ποτ᾽ οὖν ἄλλο; ἀλλ᾽ οὐχὶ αὐτὸ τοῦτο ὑποστησόμεθα; οὐχ ὁμοίως τεθνηξόμεθα; οὐχ ὁμοίως εἰς γῆν ὑποστρέψομεν, ἐξ ἧς καὶ ἐλήφθημεν; οὐχ ὁμοίως τέφρα καὶ κόνις ἐσόμεθα; Ἐγκύψωμεν τοῖς τάφοις· ἴδωμεν ἡ σύστασις τῆς ζωῆς ἡμῶν εἰς τὶ καταλήγει. Τί λοιπὸν περιέπομεν τὸ ταλαίπωρον σῶμα τοῦτο, ὃ μικρὸν ὕστερον παραδώσομεν τῇ γῇ καὶ τῷ σκώληκι; Τί δὲ ἐνειλούμεθα τοῖς πάθεσιν οἷς ἀπαντήσομεν ἐν τῇ ἐξόδῳ; Ἔλεγεν οὖν ὁ ἐκεῖνος ἔτι πνεόμενος δύο τινὰς ἐμφανίζεσθαι αὐτῷ γυναῖκα καὶ ἄνδρα· τὴν μὲν εἶναι ὑψηλὴν τῇ ἡλικίᾳ, τὸν δὲ βραχὺς γουνοειδῆ, καὶ λαλεῖν αὐτῷ ἐλεγκτικὰ καὶ ἀπότομα· ἐφ᾽ ᾧ καὶ ἔστενε καὶ ἐποπτριᾷ καὶ ἐσφαδάζετο καὶ ἠγωνιᾶ τὴν τοῦ σώματος ἔξοδον· Οὐχ ὁρᾶτε οἷον τε ἐστὶ τὸ ἀπόκριμα τοῦ θανάτου ἔλεγχοι καὶ κατήγοροι ἡμῶν γίνονται οἱ δαίμονες;

Καὶ γὰρ οὕτως ἔχει, οὕσπερ ἐνταῦθα ἀσπαζόμεθα λογισμοὺς ἐμπράκτους, τούτους καὶ ὀψώμεθα ἐν τῇ ἐξόδῳ. Ἐὰν οὖν, προορῶμεν τὸν κύριον ἐνώπιον ἡμῶν διαπαντός, κατὰ τὸ γεγραμμένον· ἐὰν φανταζώμεθα τὸν φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον· ἐὰν ἀναθεωρῶμεν τούσδε καὶ τούσδε τοὺς ἁγίους, τούτους καὶ ὀψόμεθα τὰ ἔσχατα ἀναπνέοντες. Εἰ δὲ μὴ οὕτως, ἀλλὰ τοὐναντίον πονηροὺς χαρακτῆρας, δαιμονιώδεις λογισμοὺς θησαυρίζοντες, τούτοις καὶ ὑπαντήσωμεν, ὅπερ ἐλεεινὸν καὶ ὀλέθριον. Διὸ ἀγωνισώμεθα μὴ καταληφθῆναι ἐν τοῖς τοιούτοις ἰνδάλμασιν· ἀλλ᾽ ἐν καθαρᾷ καρδίᾳ εὑρεθῆναι ἐν τῇ ὥρᾳ τῆς ἐξόδου· ὡς ἂν ἐξῇ καὶ ἡμῖν μετὰ παῤῥησίας λέγειν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω. Ὕπνος ἐστι τῷ ἐναρέτῳ· ὡς καὶ ὁ κύριος εἴρηκε. Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι, ἵνα ἐξυπνίσω αὐτόν. Εἰ δὲ ὁ ὕπνος ἐστὶ δῆλον ὅτι ἀναπαύσεως αἴτιος ἐστὶν καὶ ἀπαρχὴ τῆς αἰωνίου ζωῆς ὑπόθεσις καθίσταται, ὥς φησιν ὁ ἱερὸς ἀπόστολος· Νυνὶ ὁ Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. Καὶ πάλιν κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σοῦ, θάνατε, τὸ κέντρον; ποῦ σοῦ ἄδη, τὸ νῖκος; τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία· ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος· τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἰδοὺ κατεπόθη ὁ θάνατος ἰδοὺ νῖκος δεδώρηται· φησὶ γὰρ, τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς τοῦ ὄντος ἐν τῷ παραδείσῳ τοῦ θεοῦ. Ἴδε ἠνοίχθη τὸ στάδιον τῆς βασιλείας τῶν οὐρανῶν· ἴδε πρόκειται ὁ τρισμακάριος ἀγὼν· τῷ νικῶντι ὁ στέφανος καὶ ἡ ἀπόλαυσις τῆς ζωῆς.

Νικήσαμεν τοιγαροῦν, καὶ ἡμεῖς, ἀδελφοὶ, τὸν διάβολον· πατήσωμεν τὰ πάθη· καθαρῶμεν ἑαυτοὺς ὁλοτελῶς ἀπὸ κακίας· κτησώμεθα τὰς ἀρετὰς, ἵνα καὶ τοῦ παραδείσου οἰκήτορες γενώμεθα, καὶ τοῦ ξύλου τῆς ζωῆς ἀπολαύσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·