Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 89

ΚΑΤΗΧΗΣΙΣ ΠΘ΄.
Ὅτι δεῖ μετὰ πάσης προθυμίας καὶ προαιρέσεως κατεργάζεσθαι τὴν σωτηρίαν ἡμῶν.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Καιρὸς μὲν τῷ παντὶ πράγματι κατὰ τὸ γεγραμμένον· καιρὸς δὲ τοῦ ἐργάζεσθαι τὴν σωτηρίαν ἡμῶν ἀεὶ καὶ πάντοτε. Φησὶ γὰρ ὁ ἀπόστολος· Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστῆτε. Ἐν γοῦν τοῖς τρισίν τούτοις κατορθώμασιν περιορίζεται ἡ σωτηρία ἡμῶν. Τό τε γὰρ πάντοτε χαίρειν δικαιοσύνης ἐστὶν τὸ περιποιητικὸν· καὶ τὸ ἀδιαλείπτως προσεύχεσθαι οὐ δίδωσι τόπον τῷ διαβόλῳ καθ᾽ ἡμῶν· καὶ τὸ πάντοτε εὐχαριστεῖν τῆς πρὸς θεὸν ἀγάπης ἐστὶ ἀπόδειξις ἐναργής. Ἀμφοτέρωθεν οὖν κανονιζόμενοι εὐαρεστῶμεν τῷ κυρίῳ μὴ μικροψυχοῦντες καθόλου· μηδὲ ἐκλυόμενοι διὰ ῥαθυμίας ἐν ταῖς διακονίαις, ἐν ταῖς ψαλμῳδίαις, ἐν τοῖς ἐργοχείροις ἡμῶν· ἀλλὰ μετὰ μακροθυμίας πάσης πάντα ἐπιτελοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ. Οὐχ ὁρῶμεν τοὺς στρατευομένους, πῶς συναπαίρουσιν τῷ βασιλεῖ μετὰ πάσης προθυμίας; Καὶ πρὸς τί; πρὸς πολέμους, πρὸς σφαγὰς, πρὸς θανάτους. Καὶ ὅμως διὰ τὴν παροῦσαν δόξαν, καὶ τὸν ῥέοντα πλοῦτον χωροῦσι πρὸς πάντα προθύμως· ἡμεῖς δὲ ἐπειδὴ εἰς βασιλείαν οὐρανῶν καλούμεθα, εἰς ζωὴν αἰώνιον, εἰς χαρὰν ἀνεκλάλητον, ῥαθύμως ἄρα καὶ ἐκλελυμένως, ἀλλ᾽ οὐχὶ μετὰ πάσης προθυμίας καὶ διεγέρσεως παραστήσωμεν ἑαυτοὺς τῷ θεῷ, ὡς καλοὶ στρατιῶται Χριστοῦ;

Ἀνάγνωτε τὴν βίβλον, ἣν ἐπὶ χεῖρας ἔχω, καὶ ἴδετε καὶ γνῶτε τὰ ἐν αὐτῇ τῶν ἁγίων πατέρων ἀριστεύματα. Πόση ἐν αὐτοῖς ἡ προθυμία; πόση ἡ ζέσις τοῦ πνεύματος; ἡλίκα τὰ ἀγωνίσματα; καὶ πῶς διὰ ταῦτα ἐδόξασεν αὐτοὺς ὁ ἀγαθὸς θεὸς ἡμῶν, ὡς ἂν τινας ἰσοθέους ἀποδείξας, δι᾽ ὧν ἔδρασαν σημείων καὶ τεράτων. Ἐκεῖ ἐξέλαμψαν οὐ μόνον οἱ ἀπ᾽ ἀρχῆς καλοὶ καὶ ἀμαθεῖς τοῦ χείρονος, ἀλλὰ καὶ οἱ παρατραπέντες χαλεποῖς ἁμαρτήμασι ὑποπεπτωκότες, τῇ καλλίστῃ μετανοίᾳ χρησάμενοι. Καὶ οὐδεμία πρόφασις, οὐδενὶ πάρεστι ῥαθυμίας ἢ καταφρονήσεως. Εἰ μή τι ἄρα ἀναλόγητός τις ἢ καὶ ἀναίσθητος, πρὸς ὅν φησιν ὁ ἀπόστολος· Ἔγειρε ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ· ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Ἴδε ὁ καταφρονητὴς, καὶ φοβήθητι τὴν ἀπειλὴν, καὶ ἀνάστα ἐξ ὕπνου καταφρονήσεως· ὅτι καὶ ὁ θάνατος ἐξάπινα πάρεστιν. Ἰδοὺ παρῆλθεν καὶ ὁ ἀδελφὸς Κάνδιδος ὁσίως, καὶ πρὸ ἐκείνου ἄλλος, καὶ μετὰ τοῦτον ἕτερος ἕψεται, καὶ οὐδεὶς ἐναπομένει, καὶ πάντες παρελευσόμεθα. Ἀλλ᾽ εὖγε τῷ καλῶς βιοῦντι, ὅτι πραγματείαν ἐπραγματεύσατο ἀθάνατον, καὶ κέρδος ἐκέρδησεν αἰώνιον τῇ ἐπιμελείᾳ κτησάμενος τὰ κρείττονα. Ἀλλὰ ἐπεὶ ἔτι ἡ πανήγυρις συνέστηκε, καὶ τὸ συναλλακτήριον τῆς βασιλείας τῶν οὐρανῶν πρόκειται. Δεῦρο παρακαλῶ, ἀδελφοὶ καὶ πατέρες, πάντες γρηγορήσωμεν, πάντες νήψωμεν, πάντες πραγματευσώμεθα τὰ θεῖα καὶ ἄφθαρτα, ἵνα σὺν πᾶσι τοῖς ἀδελφοῖς ἡμῶν κληρονόμοι γενώμεθα βασιλείας οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·