Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 90
ΚΑΤΗΧΗΣΙΣ ϟ΄.
Ὅτι οὐ δεῖ ἀνοίγειν θύραν τῷ διαβόλῳ διὰ τῆς παραδοχῆς τῶν πονηρῶν ἐνθυμήσεων.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Οὐκ ἀκόπως ὑμῖν ἐγὼ διαλέγομαι τὰ βραχέα ταῦτα καὶ εὐτελῆ ῥήματα· ἀλλ᾽ ἐπειδὴ ἔργον τῷ προεστῶτι κοπιᾶν ἐν λόγῳ καὶ διδασκαλίᾳ κατὰ τὴν τοῦ ἀποστόλου φωνὴν· ἀναγκαῖον πρὸς τὸ κοινῇ συμφέρον ἀναλαμβάνω μικρὸν κόπον καὶ τοῦτο χαιρόμενος εἴπερ καὶ ὁ ποιμὴν κοπιᾷ μὲν ποιμαίνων τὸ ποίμνιον, χαίρει δὲ ὅμως διὰ τὴν ἐλπίδα τοῦ μισθοῦ, εἴτουν τὴν τοῦ ἀρχιποιμένος ἀρέσκειαν. Καὶ ὁ λόγος οὐκ ἀκερδής; Κᾶν τινες ἴσως οἴωνται μηδὲν ὀφελεῖσθαι ἐκ τῆς διαλέξεως, πῶς γὰρ ἂν καὶ οὐκ ὠφεληθήσεται ὅ τε προθύμως ἀκούων, ὅτι στεφανωθήσεται ἀνθ᾽ ὧν προθυμεῖται περὶ τὴν ἀρετὴν, ὅ τε ἀμελὴς ὅτι καταισχυνθήσεται, ἀνθ᾽ ὧν ἀμελεῖ περὶ τὸ καλόν.
Ἀλλὰ παρακαλῶ, καὶ οἱ πρόθυμοι ἔτι προθυμηθῶμεν, καὶ οἱ ἀμελεῖς διαναστῶμεν· ὅτι καιρὸς εὐπρόσδεκτος ὅτι καιρὸς σωτηρίας, ὃν εἰ ἀπολέσωμεν, οὐκ ἂν ποτε εὕροιμεν. Μὴ οὖν λοιπὸν μία καὶ μόνη ἡμέρα ἀπανερχέσθω ῥαθύμως καὶ ἠμελημένως· ἀλλὰ θησαυρίζωμεν ἐν αὐτῇ θησαυρὸν αἰώνιον, δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας, δάκρυα, κατάνυξιν, φωτισμοὺς, θεωρίας ἀγαθὰς· μηδὲ λογιζώμεθα ἐκ τῶν καθ᾽ ἑαυτοὺς καὶ τὰ τῶν πλησίων εἶναι· ἀλλ᾽ ἡγώμεθα ὡς ἕκαστος τὴν ἑαυτοῦ σωτηρίαν κατεργαζόμενός ἐστιν ἐν τῷ κρυπτῷ, κἂν ἕξω ἄλλος φαίνεται.
Ἢ οὐχὶ καὶ ἐπὶ τῶν πατέρων ἡμῶν πολλοὶ μὴ δοκοῦντες εἶναί τι, τῶν δοκούντων μᾶλλον ἐξέλαμψαν φαιδρότερον; ἐπεὶ καὶ ἐπὶ τῆς ἡμετέρας γενεᾶς, καί γε τῆς καθ᾽ ἡμᾶς ἀδελφότητος αὐτὸ τοῦτο ἐξεφάνη. Καὶ πολλοὶ ἐξέλαμψαν ἐξ ἀγενῶν καὶ εὐτελῶν, καὶ μάλιστα κατὰ τὴν τοῦ Χριστοῦ ὁμολογίαν. Καὶ πόθεν τοῦτο; Ὡς ἐμοὶ δοκεῖ οὐ τοσοῦτον ἐκ τῆς ἔξωθεν ἐπιμελείας καὶ σπουδῆς, ὅσον ἐκ τῆς ἔνδοθεν καταστάσεως. Ὅπου γὰρ κατάστασις εἰρηνικὴ καὶ καθαρότης καρδίας, πραότης τε καὶ ἡσυχία, ἐκεῖ ὅρος ἀρετῆς, καὶ ἐκεῖ ἐπιβλέπει κύριος, καθὼς γέγραπται· Ἐπὶ τίνα ἐπιβλέψω; ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;
Ὥστε σπουδαζέσθω ἕκαστος καθαρὸν ἑαυτὸν παριστᾶν κατὰ συνείδησιν τῷ κυρίῳ, μὴ ἀνοίγων θύραν τῷ διαβόλῳ διὰ τῆς παραδοχῆς τῶν πονηρῶν ἐνθυμημάτων. Καὶ ἡνίκα γὰρ ταῦτα ἡμεῖς παραδεξώμεθα, ἴστε τι πανθάνομεν, πῶς ἀγριούμεθα, πῶς τρυγῶμεν πικρίαν, ἀλλ᾽ οὐχ ἡδονήν· ἐπὰν δὲ ἀνακλη γαληνῶμεν γλυκύτερον μέλιτος ὡς ἐν λιμένι τυγχάνοντες· ὅθεν καὶ θαυμάζειν ἐστι πῶς τῆς ἀρετῆς γλυκείας οὔσης καὶ ἐραστῆς καὶ ἐφεπῆς· τῆς δὲ κακίας πικρᾶς καὶ ὀλεθρίου καὶ φευκτῆς, ὑπ᾽ αὐτῆς ἁλισκόμεθα, καὶ οὐχὶ μᾶλλον πρὸς ἕξιν μεταπλαττόμεθα τελειότητος.
Ἀλλ᾽ εἰ καὶ οὕτως ἡττώμεθα πολλάκις ἐξ ἀσθενοῦς φύσεως καὶ ἐκ τοῦ ἐπιμελῶς τὴν διάνοιαν ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος ἐγκεῖσθαι· ἀλλ᾽ ὅμως πάλιν μὴ ἐκκακῶμεν ἀνακαλεῖσθαι ἑαυτούς. Καὶ ὁρῶν ὁ κύριος τοὺς κόπους ποιήσει τὴν ἐκδίκησιν ἡμῶν· καὶ ἀνθ᾽ ῶν πολεμούμεθα ἀμείψεται ἡμᾶς ἀμοιβαῖς αἰωνίοις· καὶ ἀνθ᾽ ῶν ὑπομένομεν στεφανώσει ἡμᾶς δικαιοσύνης στεφάνῳ, καὶ σὺν ἁγίοις κατατάξει, καὶ τῆς βασιλείας αὐτοῦ ἀξιώσειεν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.