Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 91
ΚΑΤΗΧΗΣΙΣ ϟΑ΄.
Περὶ τοῦ προθύμως ἀντιπαρατάττεσθαι ἐν τῷ πολέμῳ τῶν ἀλιτηρίων δαιμόνων.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἀδολεσχοῦμεν ἔτι καὶ ἔτι καὶ πῶς ἀποβήσεται ἀπὸ τῶν λαλουμένων· καὶ οὐ θαυμαστόν. Εἴωθε γὰρ ἡ ψυχὴ ἀδολεσχεῖν ἐν τοῖς τοιούτοις ἀκούσμασιν. Ἀλλ᾽ εἰ δοκεῖ τὴν πολλὴν ἀδολεσχίαν ἀφέντες, αὐτοὶ ἐφ᾽ ἑαυτοῖς σχολάσωμεν, καὶ πρὸς τὸν ἀοράτως ἀναῤῥιπιζόμενον ἡμῖν πόλεμον νύκτωρ καὶ μεθ᾽ ἡμέραν νουνεχῶς ἔχωμεν, μήπως σκοποῦντες τὸν σωματικὸν πόλεμον, αὐτοὶ τρωθῶμεν κατὰ ψυχήν. Καὶ τίνες οἱ πολεμοῦντες ἡμᾶς; Οἱ ἀλιτήριοι δαίμονες, τὰ πνεύματα τῆς πονηρίας, καὶ οἱ κοσμοκράτορες τοῦ σκότους τοῦ αἰῶνος τούτου, ὧν τὸ πλῆθος ἄπειρον καὶ ἡ καθ᾽ ἡμῶν μανεία ἀκήρυκτος. Ἀλλὰ μὴ δείσωμεν, μηδ᾽ ὑποπτήζωμεν· ἔχομεν καὶ συλλήπτορα τὸ Πνεῦμα τὸ ἅγιον, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὃς τὰς ἀσθενείας ἡμῶν ἀνέλαβεν, καὶ τὰς νόσους ἐβάστασεν· ὃς, ἐν ᾧ πέπονθεν πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Πρὸς ὃν καὶ μετὰ παῤῥησίας βοῶμεν· Δίκασον κύριε τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστητι εἰς τὴν βοήθειάν μου. Ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με.
Διώκουσι γὰρ ἡμᾶς ἐπ᾽ ἀληθείας οἱ ἐχθροὶ ἡμῶν· διψῶσι τὴν ἀπώλειαν ἡμῶν, ἐχόμενα τρίβου σκάνδαλα τιθέμενοι, καὶ πάσῃ μηχανῇ πληρώμενοι ὦσαι ἡμᾶς εἰς τὸ τῆς ἁμαρτίας βάραθρον. Ἀλλὰ καὶ ἡμεῖς ὡς στρατιῶται ἀνταγωνιζώμεθα, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν ἐλπίδος σωτηρίας· ὅτι τούτοις τοῖς ὅπλοις τροποῦται ὁ πόλεμος. Καὶ τόγε θαυμαστὸν, ὅτι ἐν αὐτῷ τῷ πολέμῳ οἱ στέφανοι· ἐπεὶ μὲν γὰρ τοῦ πολέμου σωματικοῦ, εἰ μὴ καταβάλοι τὸν ἀνταγωνιστὴν ὁ παλαίων οὐ στεφανοῦται· ἐνταῦθα δὲ ἐὰν μὴ καταλυθῇ ὑπὸ τοῦ ἀνταγωνιστοῦ ἐστεφάνωται. Καὶ τοῦτο δῆλον, ἐξ ὧν ἀπεκαλύφθη τινὶ τῶν ἁγίων Πατέρων ἡμῶν περὶ τοῦ οἰκείου μαθητοῦ ἑπτάκις πολεμηθέντος ὑπαναχωρῆσαι ἄνευ παραθέσεως καὶ τῇ ὑπομονῇ ἑπτὰ κομισαμένου στεφάνους.
Οὐκοῦν ἐπὰν ἐν τοῖς πολέμοις οἱ στέφανοι, οἴσωμεν τὸν πόλεμον μακροθύμως, παρακαλῶ ἀδελφοὶ, μὴ ἐκλυόμενοι πρὸς τὴν παράτασιν τῆς μάχης. Οὐχὶ ἡ ἁγία Σάῤῥα τεσσαράκοντα ἔτη ἐπολεμήθη ὑπὸ τοῦ δαίμονος τῆς πορνείας κραταιῶς, καὶ ὅμως οὐ κατολιγώρησεν. Οὐχὶ καὶ τίς τῶν ὑπηκούων ὡσαύτως πολεμούμενος καὶ ὑπὸ τοῦ οἰκείου καθηγητοῦ ἐρωτηθείς· Θέλεις παρακαλέσω τὸν θεὸν, ἵνα ἄρῃ ἀπὸ σοῦ τὸν πόλεμον; καὶ ὅμως οὐδ᾽ αὐτὸς ἠνέσχετο· ἐώρα γὰρ ἐν τοῖς πολέμοις τὰ νικητήρια.
Οὐδὲν δὲ οὕτως ἰσχυρὸν πρὸς καθαίρεσιν τοῦ πολέμου ὡς προσευχὴ καὶ δάκρυα καὶ συντριμμὸς καρδίας. Ἐπειδὴ δ᾽ ἂν οὖν ὁ ἐχθρὸς ἢ καὶ τρώσῃ ἐξ ἀπροσεξίας ἐνιεὶς τὸ βέλος τῆς ἐπιθυμίας ἐν τῇ καρδίᾳ εὐθὺς χρησώμεθα τῇ προσευχῇ, καὶ φεύξεται ἀφ᾽ ἡμῶν· Δακρύσωμεν καὶ σβέσεται ὁ ἄνθραξ τῆς πλάνης. Ταπεινωθῶμεν καὶ ὑψώσει ἡμᾶς ὁ κύριος· καὶ μακάριος ὁ ἑαυτὸν ἐκβιαζόμενος καθ᾽ ἑκάστην ἐν τῷ ἔργῳ τοῦ θεοῦ· ὁ ὑποφέρων τὰ δυσχερῆ τῆς ὑποταγῆς, ὑποταγὴ γὰρ τῶν μεγίστων ἡ ἄθλησις, ὁ συντηρῶν τὴν ἁγνείαν ἀδιάφθορον· ὃς ἐπὶ τέλει τῶν ἀγώνων ἐρχόμενος σὺν πάσῃ θυμηδείᾳ καὶ ἡδονῇ ἀνεκλάλη τῇ ἀποχωρήσει τῶν ἐνθένδε ἀπὸ ἀκοῆς πονηρᾶς μὴ φοβούμενος, καθὼς ἄδει ὁ ἅγιος Δαυίδ. Οὐχ ὁρῶμεν τοὺς ἀριστεύοντας ἐν τοῖς πολέμοις πῶς ὑποστρέφουσιν μετὰ χαρᾶς καὶ θυμηδίας εἰς τὰ οἰκεῖα ὑποδεικνύντες τὰ σύμβολα τῆς μάχης καὶ τῆς νίκης; Οὐ τε λογιζώμεθα ἐπὶ τοῦ ἀριστεύσαντος ἐν τῷ ἀοράτῳ πολέμῳ καὶ διηγωνισμένου τὸν καλὸν ἀγῶνα· ὅτι ἐπιφανισθήσεται ἐν τῇ μεγάλῃ πόλει περιφανῶς, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεὸς, καὶ ὑπ᾽ ἀγγέλων εὐφημηθήσεται, καὶ ὑπὸ τοῦ κυρίου στεφανωθήσεται, τὰς αἰωνίους ἀναπαύσεις κληρωσάμενος. Ἐφ᾽ ἃς καὶ ἡμεῖς φθάσαι καταξιωθείημεν χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.