Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 92
ΚΑΤΗΧΗΣΙΣ ϟΒ΄.
Ὅτι οὐ δεῖ διαλογίζεσθαι ἡμᾶς ἐν τῇ παρατάσει τοῦ διωγμοῦ· ἀλλ᾽ ἐπὶ θεὸν ἀναφέρειν λόγον.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Ἡ μὲν ἐπιθυμία ἡμῶν καὶ ἡ δέησις πρὸς τὸν θεὸν ὑπὲρ εἰρήνης ἐστὶ τῆς τοῦ Χριστοῦ ἐκκλησίας. Τί γὰρ εἰρήνης λυσιτελέστερον πρὸς τὸ ἤρεμον καὶ ἡσύχιον βίον διάγειν ἡμᾶς ἐν τοῖς οἰκείοις μοναστηρίοις; Οὐ μὴν τοῦτο οἴεσθε πάντως λυσιτελές· ἀλλ᾽ εἴσομαι ὅτι ἡ ἐπὶ πλέον παράτασιν τοῦ διωγμοῦ πλείονος δοκιμασίας ἐστὶ ἀφορμή. Διὸ φησὶν ὁ ἀπόστολος· Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατὸς εἰμί. Ὥστε ἀφιέμενοι τὸ ἕως πότε, καὶ ἕως τίνος ἐπὶ θεὸν ἀναφέρομεν τὸν λόγον, ὃς πάντως συμφερόντως οἶδε τὴν παράτασιν τοῦ χρόνου οἰκονομεῖν. Ἄκουε τῆς γραφῆς λεγούσης· Ἐπείραζεν ὁ θεὸς τὸν Ἀβραάμ; Ἆρα ἐπ᾽ ὀλίγον; Οὐδαμῶς· ἀλλ᾽ ἐν πλείοσιν ἔτεσι καὶ πολλοῖς πειρατηρίοις· καὶ ὅτε οἶδεν αὐτὸν τετελειωμένον τῇ πίστει, τότε φησὶν πρὸς αὐτόν· Νῦν οἶδα ὅτι φοβεῖς σὺ αὐτὸν θεόν· καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμέ. Ἐπείραζε δὲ καὶ τὸν Ἰὼβ, καὶ ἐπὶ μείζοσιν ἀθλήμασι, καὶ πολλοῖς ἔτεσιν, καὶ ἐπεὶ οἶδεν αὐτὸν τετελειωμένον ἐν ὑπομονῇ τάδε πρὸς αὐτόν· Μὴ οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῆς δίκαιος. Κατ᾽ αὐτὸν δὴ τὸν τρόπον καὶ τοὺς λοιποὺς προφήτας τούς τε ἁγίους ἀποστόλους, καὶ τοὺς μακαρίους μάρτυρας, καὶ πάντας τοὺς ὁσίους καὶ δικαίους πολλαῖς θλίψεσιν καὶ πολλοῖς ἔτεσι καὶ δεδοκίμακε, καὶ μεμαρτύρηκε, καὶ προσελάβετο. Οὐκοῦν καὶ ἐφ᾽ ἡμῖν τὸ αὐτό ἐστι ὑπολαμβάνειν. Οὔπω γὰρ μέχρις αἵματος ἀντεκατέστημεν πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· οὔπω ἐπυρώθημεν ἱκανῶς ταῖς θλίψεσιν· οὔπω δὲ τὸ δοκίμιον ἡμῶν τῆς πίστεως εἰλικρινὲς ὑπεδείξαμεν. Διὰ τοῦτο ἡ ὑπομονὴ· καὶ ἄλλως ὅτι ἐπειδή τινες ἔδοξαν ἀνοσφῆλαι τῶν ὑποπεπτωκότων, οὐκ ἀπ᾽ ὀρθῆς δὲ γνώμης· ἐπιπλάστως καὶ καιροσκοπήσει ὑποδείκνυσι καὶ τούτους ὁ χρόνος οἷοι εἰσίν. Τοιοῦτος ὁ Πρακλειώτης, τοιοῦτος ὁ Καθαρεινὸς, ἐφέσει τῶν οἰκείων μοναστηρίων, μᾶλλον δὲ τῇ σχέσει τῶν φθειρομένων, καὶ ὀλλύμενοι πάλιν προσρυέντες τοῖς κρατοῦσιν· περὶ ὧν εἰκότως ἐκεῖνα ἂν ῥηθείη· Ὅφελον ψυχρὸς εἴη, ἢ ζεστός· οὕτως ὅτι χλιαρὸς εἶ, καὶ οὔτε ζεστὸς οὔτε ψυχρὸς, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
Ἐγὼ δὲ οὐδὲ ἐκείνους ἐπαινεῖν ἔχω, οἱ τὴν μὲν ὁμολογίαν διασώσαντο· τῶν δὲ οἰκείων μοναστηρίων φροντίζειν οὐκ ἀπέσχοντο, καὶ εἰσὶ πῶς ἀμφετεραπρόσωποι, καὶ μεθ᾽ ἡμῶν καὶ μετὰ τῶν ἑτεροδόξων· μεθ᾽ ἡμῶν μὲν τῇ ὁμολογήσει, μετ᾽ ἐκείνων δὲ τῇ τῶν μοναστηρίων ἐπικρατήσει· πρὸ εἰρήνης εἰρήνην ἀσπαζόμενοι καὶ πρὸ ὀρθοδοξίας τὸν διωγμόν· τὸ καθ᾽ ἑαυτοὺς συστείλαντες καὶ ἔτι ὁ Χριστὸς δεδίωκται καὶ αὐτοὶ τὰ μοναστήρια ὑπεδύσαντο· ἔτι οἱ ἅγιοι ἀναθεματισμένοι ὑποβάλλονται καὶ αὐτοὶ ὑπόφοροι τῶν ἑτεροδόξων γεγόνασι. Δέον καὶ αὐτοὺς τοὺς λίθους ἐπιβοᾶν καὶ ἐπιμαρτυρῆσαι τὸν διωγμόν· ἀλλὰ γὰρ καὶ αὐτὰ τὰ ξύλα θρηνεῖν καὶ ὀδυνᾶσθαι τὴν ἀτιμίαν Χριστοῦ. Ὁ οὖν κατέχων τῶν μοναστηρίων, ἢ ἐκεῖσε ἐπικαθεζόμενος πῶς ἂν δυναθείη λέγειν διωγμὸν εἶναι. Πῶς δὲ εἰρήνην ἐπιζητεῖ, παρ᾽ ἧς ἀπολαύει εἰρήνης.
Ἀλλὰ τοῦτο τέχνασμα τοῦ διαβόλου, ἵνα καὶ τὴν ὁμολόγησιν ἐξίτηλον ἀπεργάσηται καὶ τὸν Χριστοῦ διωγμὸν κατασμικρύνῃ, καὶ κοινώσῃ τοὺς πάντας ὡς ἔοικεν. Οὐ μὴν τοῦτο ἴσχυσε χάριτι Χριστοῦ. Πολλοὶ γὰρ οἱ δεδιωγμένως ζῶντες καὶ ἀκριβευόμενοι τὴν ἐξομολόγησιν· καὶ οὐ μόνον οἱ ἀπ᾽ ἀρχῆς ἀγαθοὶ, ἀλλὰ καὶ οἱ τῇ μετανοίᾳ χρησάμενοι, ὅτι καὶ τῶν μοναστηρίων τῇ ἐνστάσει ἀπηλάσθησαν καὶ δεδιωγμένον βίον προειλοῦντο· μεθ᾽ ὧν εἴημεν καὶ ἡμεῖς οἱ ταπεινοὶ κατά τε τὴν πίστιν καὶ τὸν βίον συντηρούμενοι ἀσφαλεῖς καὶ ἀκράδαντοι, εἰρήνην τε ἔχοντες πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ταύτης γε οὔσης ἐν ἡμῖν, κἂν ἅπας ὁ κόσμος ταράττεται, οὐδὲν ἡμῖν ὁ βλάβος προστιθήσεται· ὅτι ὁ Χριστὸς μεθ᾽ ἡμῶν ἐστίν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.