Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 93

ΚΑΤΗΧΗΣΙΣ ϟΓ΄.
Περὶ τῶν ἐν ταῖς ἡδοναῖς τῆς σαρκὸς δελεασθέντων καὶ πάλιν διὰ μετανοίας ἀνακληθέντων.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Οὐδὲν ἐμπόδιον τῷ σωθῆναι προαιρουμένῳ, οὐδὲ πρόφασις κατέχουσα πρὸς τοῦ ἀνακληθῆναι τὸν καὶ εἰς ἔσχατον ὄρον τῆς κακίας ἐληλακότα. Καὶ ὅτι ὁ λόγος ἀληθὴς τὰ μαρτύρια πολλά. Ἓν δὲ τῶν πολλῶν καὶ κατὰ Δαυῒδ τὸν ἀρχιληστὴν ἐν τῇ παρασκευῇ ἡμέρᾳ ὑπαναγνωσθὲν ἡμῖν. Ἐδήλωσε γὰρ ὁ λόγος ὁποῖος ἦν τὸ πρότερον ἀνθρωποκτόνος καὶ πάσης πονηρίας ἀνάπλεως· ὅπως πάλιν μεταβληθεὶς καὶ προσελθὼν τῷ θεῷ διὰ τοῦ μοναχικοῦ σχήματος ἐγένετο δόκιμος, ὡς καὶ τοὺς ὑπὸ τοῦ διαβόλου δυναστευομένους ἐξιᾶσθαι· Φησὶ γὰρ πρὸς αὐτὸν ὁ ἄγγελος· Δαυῒδ, Δαυῒδ, ἀνεχώρησε κύριος ὁ θεὸς τὰς ἁμαρτίας σου· καὶ ἔσῃ ἀπὸ τοῦ νῦν σημεῖα ποιῶν· ἐφ᾽ ᾧ καὶ ἡ φιλανθρωπία τοῦ θεοῦ ἄφατος· ὅτι οὐ μόνον συνεχώρησεν αὐτῷ τὰς μιαιφονίας, ἀλλὰ καὶ σημειοφόρον αὐτὸν ἀναδείκνυσιν.

Βούλη καὶ ἕτερον ἰδεῖν; Ἐπίβλεψον ἐπὶ τὸν Μανασσὴν ὃς πεντήκοντα δύο ἔτη ἐξεκλίνετο Ἰσραὴλ λατρεύειν εἰδώλοις ἀψύχοις· ἀλλὰ καὶ αὐτὸς μετανοήσας ἀληθινῶς καὶ ἐσώθη, καὶ ᾠδὴν ᾖσε τῷ θεῷ, ἣν ἕως τῆς σήμερον ἡμέρας ἄδει ἡ τοῦ θεοῦ ἐκκλησία. Περὶ γὰρ τῶν ἐν ἔρωτι σαρκὸς δελεασθέντων καὶ αὖθις ἀνακληθέντων πόσοι καὶ ἡλίκοι οὐδ᾽ ἐστιν ἐξαριθμεῖν. Ἀφ᾽ ὧν καὶ ὁ θεὸς Δαυῒδ μετὰ τὴν μοιχείαν καὶ τὸν φόνον τὸ τῆς προφητείας πάλιν εἰληφὼς χάρισμα. Ἐπεὶ καὶ Μαρία ἡ Αἰγυπτία μετὰ τὸ ἀκόρεστον τῆς ἁμαρτίας εἰς ἀγγελικὴν πολιτείαν ἀναδραμοῦσα καὶ προφητείας ἠξιωμένη, ὥστε οὐδεμία πρόφασις οὐδενὶ κατ᾽ οὐδένα τόπον ὑπολέλειπται μὴ οὐχὶ διὰ μετανοίας ἀναδραμεῖν πάλιν εἰς σωτηρίαν.

Οὐκοῦν καὶ ἡμεῖς ἐντεῦθεν ἀδελφοὶ, προθυμότεροι ὦμεν καὶ εὐελπίδες πιστεύοντες ὅτι εἰ ὁ θεὸς τοὺς εἰς βάθος κακίας ἐμπεπτωκότας ἀφάτῳ ἐλέει ἀνεκαλέσατο καὶ ἀνεσώσατο, πολλῷ μᾶλλον ἡμᾶς τοὺς προσκειμένους αὐτῷ νύκτα καὶ ἡμέραν διασώσειεν. Μὴ τίς δὲ ἀκούων ἐπιστροφὴν ἁμαρτωλοῦ λεγέτω· Ὡς τοιοῦτος ἀπελαύσειε καὶ τῶν ἐκεῖσε; Οὔτε τῶν ἐνταῦθα, οὔτε τῶν ἐκεῖσε ὁ ἐν ἁμαρτίαις ἰσχυμένος ἀπολαύσειεν. Ποῖα γὰρ ἀπόλαυσις, εἰπέ μοι, τὸ πορνεύειν γαστρίζεσθαι καὶ φιλαργυρεῖν καὶ ἁρπάζειν καὶ τοῖς ἄλλοις ἐνισχῦσθαι πάθεσι. Οὐχὶ καιομένην ἔχουσι τὴν καρδίαν οἱ τοιοῦτοι ἐν ταῖς ἀτόποις ἐπιθυμίαις, καθάπερ οἱ πυρετοῖς συνεχόμενοι. Ὥστε ἀληθὲς μᾶλλόν ἐστιν εἰπεῖν· ὅτι οἱ τοιοῦτοι καὶ ἐνταῦθα κρινόμενοι καὶ ἐν τῷ μέλλοντι αἰῶνι κριθησόμενοι ἀπεράντως· ἀνθ᾽ ὧν οὖν εἴλοντο τὰς ὀλλυμένας καὶ φθοροποιοὺς ἡδονὰς καὶ στένειν καὶ δακρύειν ἐστὶν ἐπ᾽ αὐτούς. Ἀλλ᾽ οὐχ ἡγεῖσθαι ἐν ἀπολαύσει τυγχάνειν ἁμαρτάνοντας καὶ ἀσελγαίνοντας· Ὁ δὲ τὴν ἀρετὴν προαιρούμενος καὶ ἐν τῇ ἀρετῇ ζῶν, οὗτος ἀμφότερα κερδαίνει ἀεὶ ἐναπολαύων δι᾽ ἀπαθείας ἡδονῆς ἀῤῥήτου· καθὼς οἱ ἅγιοι πάντοτε χαίροντες ἐν θεῷ, καὶ πάντα δεύτερα ἡγούμενοι τῆς τοῦ θεοῦ ἀγάπης.

Οὕς περ καὶ ἡμεῖς, ἀδελφοὶ, μιμούμενοι χαίρωμεν καὶ ἐπισυγχαίρωμεν ἀλλήλοις ἐχόμενοι τῆς σωτηρίας ἡμῶν, τῆς ἀσκήσεως, τῆς ὑπομονῆς, τῆς ὑποταγῆς, τῆς κοπῆς τοῦ θελήματος, ὅπερ ἐστι μαρτύριον τῶν ἄλλων σπουδασμάτων καὶ ἀγωνισμάτων, ὅπως ἐν τούτοις τελειούμενοι κληρονόμοι γενώμεθα ζωῆς αἰωνίου ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·