Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 94

ΚΑΤΗΧΗΣΙΣ ϟΔ΄.
Περὶ τῶν νομιζομένων δυσχερῶν ἐν τῷ κοινοβιακῷ βίῳ· περιχαρῶν δὲ ὄντων διὰ τὴν ἀποκειμένην ἐλπίδα ἐν τοῖς οὐρανοῖς.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Ὅτι μὲν οὖν ὁ μοναχικὸς βίος στενὸς καὶ τεθλιμμένος ἐστι δῆλον ἐξ ὧν ὁ Κύριος εἴρηκεν εἰπών· Ὅς τις ἂν θέλῃ ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήτω μοι. Ὅτι δὲ καὶ τῶν βιωτικῶν ζωὴ ὀδυνηρά ἐστι λίαν, βοῶσι τὰ ὁρώμενα· καὶ οὐ περὶ πάντων διαλογίζομαι. Τίς γὰρ ἂν καὶ δυνήσεται ἐκτραγῳδῆσαι ἓν ἕκαστον τῶν γινομένων; ἀλλὰ μόνον περὶ τῶν διαπεφευγότων τοῦ πολέμου, εἰ δοκεῖ, διασκεψώμεθα. Τί οὖν; οὐ πάντα τὰ προσόντα αὐτοῖς ἀπώλεσαν, γυμνοὶ σχεδὸν ἐκπεφευγότες ἐκ χειρῶν τῶν ἀλλοφύλων; Οὐχὶ τινὲς μὲν ἀτίμως ἠκίσθησαν καὶ ἐξωρίσθησαν, καί περ τῶν πρωτευόντων· τίνες δὲ καὶ τῆς οἰκείας ἀρχῆς ἐξεβλήθησαν· ἄλλοι δὲ ὦδε κἀκεῖσε διεσπαρμένοι φοβοῦσι, καὶ ὑπότρομοι τυγχάνουσι, δι᾽ ἃ μικρὸν ὕστερον ὑποστήσονται; Καὶ τὸ ἔγκλημα ὅτι μὴ ἐνέμειναν τῷ πολέμῳ καὶ ἀπέθανον. Τοσαύτη γὰρ αὐτοῖς ἡ εὐπείθεια καὶ ἡ ἔνστασις ἀπαιτεῖται, ὡς καὶ αὐτοῦ τοῦ σώματος καὶ τῆς ψυχῆς, εἰ δεήσειεν, ἀλογῆσαι εἰς θεραπείαν τοῦ βασιλεύοντος.

Ἡμῶν δὲ ἡ ἄθλησις, ἀδελφοὶ, μετὰ χαρᾶς Πνεύματος ἁγίου ἐστὶ, ὡς καὶ τὸ δοκοῦν λυπηρὸν περιχαρὲς τυγχάνειν διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς. Εἶτα οὐκ αἰσχυνόμεθα, ὅτι ἐκεῖνοι μὲν ὑπὲρ βραχείας δόξης τε καὶ ἀμοιβῆς τοσαῦτα καὶ τηλικαῦτα ὑφίστανται μὴ δὲ γρύξαι τολμῶντες πρὸς τοὺς κελεύοντας· ὑμεῖς δὲ ὑπὲρ οὕτω μεγίστων καὶ οὐρανίων μηδὲ τὴν τυχοῦσαν θλίψιν μακροθύμως ὑποίσομεν; Τίς δέ ἐστιν ἡ θλίψις; ὅ τι παρὰ τὸ θέλημα ἡμῶν τυχὸν ἡ διακονία, ἡ προσταγὴ, τὸ βρῶμα, τὸ ἱμάτιον, τὸ ὑπόδημα, ὁ τόπος καὶ ὁ τρόπος τῆς ὑποταγῆς· ἄλλο τι τοιοῦτο ἐνοχλοῦν ἐν διανοίᾳ. Ἀλλὰ ταῦτα, εἰ καὶ λυπηρὰ, οὐ μὴν τοσοῦτον ὡς ἐκτρέπεσθαι ἡμᾶς τοῦ προσήκοντος· Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ὑπὲρ ὧν εἰ καὶ ἐκαιόμεθα καθ᾽ ἑκάστην ἡμέραν ἀναγκαῖον ἦν ὑπενεγκεῖν, μὴ ὅ τι γε ὑπὲρ οὕτως ἀνεκτῶν καὶ φορητῶν ὑποθέσεων.

Ἀλλὰ ταῦτα μὴ εἴρηται, οὐχ ἵνα λυπηθῶμεν, ἀλλ᾽ ἵνα γνῶμεν τὴν ἀγάπην ἣν ἠγάπησεν ἡμᾶς ὁ ἀγαθὸς ἡμῶν θεὸς, ἐξελεξάμενος ἐκ κοινοῦ βίου καὶ ἐντεταχὼς εἰς τὸ ἱερὸν τόδε καὶ οὐράνιον ἐπάγγελμα. Ὃς οὐδὲ αὐτὰ ἅπερ ἀπαιτῇ ἡμᾶς πρὸς ἰδίαν χρείαν ἐκζητεῖ. Ἐπείπερ ἐστι πλήρης καὶ ἀνενδέης ὁ ὑπεράγαθος. Ἀλλὰ δι᾽ ἡμᾶς αὐτοὺς, ἵνα εὐεργετώμεθα οἱ ταπεινοὶ καὶ σωζώμεθα.

Διὸ ἀποθέμενοι πᾶσαν διψυχίαν, ὦ ἀδελφοὶ, ἐν τῇ ὑπομονῇ ἡμῶν κτησώμεθα τὰς ψυχὰς ἡμῶν, παντὸς πειρασμοῦ προσπίπτοντος ὑπεράνω γινόμενοι, καὶ οὐχ ὑπ᾽ οὐδενὸς λογισμοῦ κρατούμενοι. Κἂν ὅτι μάλιστα κατὰ δοκιμὴν καὶ πειρασίαν συγκεχώρηται προσρήσεσθαι καὶ λυπεῖν τὴν ζωὴν ἡμῶν, ὡς ἂν μετὰ τοῦ ἀποστόλου ἔχωμεν παῤῥησίαν καὶ ἡμεῖς λέγειν· Ἐν παντὶ θλιβόμενοι, ἀλλ᾽ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ᾽ οὐκ ἐξαπορούμενοι· διωκούμενοι, ἀλλ᾽ οὐκ ἐγκαταλελειπόμενοι· καταβαλλόμενοι, ἀλλ᾽ οὐκ ἀπολλύμενοι· πάντοτε τὴν νέκρωσιν τοῦ κυρίου Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν περιφέροντες. Ἵνα τῇ τοιαύτῃ διαθέσει καὶ ἐν παρασκευῇ ζωῆς ἀρέσκοντες θεῷ κληρονόμοι γενώμεθα βασιλείας οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·