Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 95

ΚΑΤΗΧΗΣΙΣ ϟΕ΄.
Περὶ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, καὶ τοῦ χρηστοῦ καταλύματος τῆς αἰωνίου ζωῆς.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Πᾶς ὁδεύων ὁδὸν μακράν τε καὶ τραχείαν πόνων πονεῖ, καὶ ἀλγυνόμενος ἀλγύνεται, τὰς τῆς ὁδοιπορείας ἀλγηδόνας ὑφιστάμενος· ἀλλ᾽ ὅμως διὰ τὴν ἐλπίδα τοῦ χρηστοῦ καταλύματος ὑποφέρει τὰ ἄλγεα καὶ διακρούεται τὰ ἐπίπονα χωρῶν ἀεὶ εἰς τὸ πρόσωπον σὺν πάσῃ προθυμίᾳ καὶ εὐτονίᾳ. Τί οὖν μοι βούλεται ἡ παραβολή; Ὅτι καὶ ἡμεῖς ὁδὸν ὁδεύομεν ἐν τῷδε τῷ βίῳ καίγε στενὴν καὶ τεθλιμμένην καί γε μακρὰν καὶ λίαν πολύπονον. Πῶς γὰρ οὔ; Εἴπερ ὅλον τὸν βίον παρθενίαν καὶ σωφροσύνην διασώζειν, ὑποταγήν τε, καὶ ὑπακοὴν ἄπτωτον διαφυλάττειν, προσέτι λογισμοὺς καθαίρειν καὶ πᾶν ὕψωμα ἐπαιρούμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ καὶ αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· ἄλλα τε ὅσα τούτοις ἑπόμενά ἐστιν κατὰ τὴν μοναδικὴν πολιτείαν. Ἀλλ᾽ ἔτι κἂν ταῦτα τὸ τέλος εὔχρηστον. Καὶ τί τοῦτο; Ζωὴ αἰώνιος, ἣν παρέχειν ὁ ἀψευδέστατος θεὸς ὑπισχνεῖται τοῖς ὑπομένουσιν αὐτόν.

Οὐκοῦν διὰ τὴν ζωὴν τὴν αἰώνιον οἴσωμεν, ἀδελφοὶ, τὰ πάντα τοῦ τῇδε βίου λυπηρὰ εὐχαρίστως τε καὶ ὑπομονητικῶς δοξάζοντες τὸν θεὸν ἐν τῷ σώματι ἡμῶν. Καὶ πῶς δέ ἐστιν δοξάζειν τὸν θεόν; ἐξ ἑνὸς τρόπου ἐρῶ. Πρὸ δύο ἡμερῶν ἤκασιν ἐνταῦθα λαϊκοὶ ἐπισκεπτόμενοι ἡμᾶς· καὶ ἐπειδὴ εἶδον ἡμᾶς καθεζομένους ὁμοθυμαδὸν καὶ ταῖς μὲν χερσὶν κρόμμυα καθαίροντας, τῷ δὲ στόματι ὕμνους δαυϊτικοὺς μελετῶντας ἐδόξασαν τὸν θεὸν, εὐχαρίσθησαν, ὠφελήθησαν. Καὶ γοῦν ἐπληρώθη τὸ ὑπὸ τοῦ κυρίου εἰρημένον· Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἰδοὺ δὴ ἐδοξάσατε τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι, ἐν τῷ μέρει τούτῳ. Ἀλλὰ γὰρ καὶ ἔτι δοξάσοιτε αὐτὸν διαπαντὸς ἐν παντὶ τρόπῳ θεοπρεπῶς πολιτευόμενοι.

Ἐπειδὴ δὲ ὡς τὰ πολλὰ ζήλῳ ἐναγόμεθα πρὸς τὰ πρακταῖα οἱ ἄνθρωποι. Μὴ παραζήλου, φησὶν, ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν· ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται· ἀλλὰ παραζήλου ἐν ἀγαθυνομένοις καὶ ἐν χρηστευομένοις. Καὶ γοῦν ἐν τῷδε τῷ βίῳ οἱ περί τινα τέχνην καταγινωσκόμενοι, οὐκ ἐκ τῶν χειρόνων· ἀλλ᾽ ἐκ τῶν κρειττόνων ζηλοτυποῦσι τὸ ἑαυτῶν φιλοτέχνημα κανονίζεσθαι· οἷον τέκτων ἐκ τοῦ τεχνικῶς τεκτονεύοντος, καὶ ζωογράφος ἐκ τοῦ ἐπιστημονικῶς ζωογραφοῦντος· καὶ ἁπαξαπλῶς οὐδεὶς τοὺς ἀπείρους καὶ ἀμυήτους· ἀλλὰ τοὺς πεπειραμένους καὶ μεμνημένους μιμεῖσθαι προαιρεῖται. Εἰ δὲ ἐπὶ τῶν ὑλικῶν καὶ φθειρομένων οὗτος ὁ νόμος καὶ ὀ κανὼν· πόσῳ μᾶλλον ἐν τῇδε τῇ τέχνῃ τῶν τεχνῶν, καὶ ἐπιστήμη τῶν ἐπιστημῶν ὀφείλομεν τοῖς τῶν ἀγαθῶν ἀνδρῶν ὑποδείγμασι κανονίζειν τὸν ἑαυτοῦ βίον, μὴ τοῖς ἐναντίοις παραδειγματίζεσθαι. Μιμησώμεθα τοιγαροῦν τοὺς ἀπὸ νεότητος μέχρι γήρους τὴν ὑποταγὴν διασώσαντας· οὐ λέγω τοὺς πάλαι ἁγίους ἀλλὰ καὶ τοὺς ἐπὶ τῆς ἡμετέρας ἀδελφότητος διαλάμψαντας. Μιμησώμεθα τοὺς ἐν ἁπλότητι τὰς τοῦ διαβόλου πανουργίας διαλελυκότας. Μιμησώμεθα τοὺς ἐν ἀδιακρίτῳ ὑπακοῇ εὐθυπορήσαντας τὸν ἀσκητικὸν δρόμον. Εἰ βούλεσθε δὲ, μιμησώμεθα τὸν ἐγκελευόμενον· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Καὶ αὖθις λέγοντα· Γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά· καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν θυσίαν καὶ προσφορὰν τῷ θεῷ εἰς ὀσμὴν εὐωδείας. Εἶτα ὁ μὲν Χριστὸς ἑαυτὸν θυσίαν καὶ προσφορὰν τῷ θεῷ ὑπὲρ ἡμῶν δέδωκεν· ἡμεῖς δὲ τὴν τυχοῦσαν θλίψιν μετ᾽ εὐχαριστίας ὑποίσωμεν. Ὁ Χριστὸς ὀνειδίσθη· κατὰ τὸ εἰρημένον· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων με ἐπέπεσον ἐπ᾽ ἐμέ· καὶ ἡμεῖς οὐδὲ τὴν μικρὰν προσβολὴν καὶ ἐπίπληξιν τοῦ πέλας ὑποφέρωμεν; Καὶ πῶς ἐσόμεθα μετὰ τῶν ἁγίων, εἰ μὴ τοῖς ἴχνεσι αὐτῶν ἐπακολουθοῦντες; Πῶς δὲ μετὰ Χριστοῦ συμβασιλεύσομεν, εἰ μὴ συμμορφούμενοι τῷ θανάτῳ αὐτοῦ μηδὲ κοινωνοῦντες τοῖς ἀχράντοις αὐτοῦ παθήμασι. Καὶ εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Ὁρᾶτε ἀκρίβειαν ὅτι εἰ ὁ δίκαιος μόλις σώζεται, πῶς δ᾽ ἂν εἰ ὁ δίκαιος ὁ ἀκαρτέρητος, ὁ ἀφαιρέπονος, ὁ παλαιὰς λύπας ἀναμιμνησκόμενος, καὶ ἐντεῦθεν ἀναπτόμενος καὶ ταραττόμενος, καὶ τὴν πρὸς τὸν θεὸν εἰρήνην οὐκ ἔχων; Οὐκοῦν ἀνάγκη ταῦτα ποιοῦντας διεσπάσθαι ἡμᾶς τῆς κοινοβιακῆς συναφείας· ἀνάγκη ὑπὸ κρίσιν ἡμᾶς αἰωνίαν ἐμπεπτωκέναι, ἐντεῦθεν ἀγομένους ἐν ἀφροσύνῃ ὃ λέγω λέξω; Οὐκ ἐγενόμην κἀγὼ ὑποτακτίτης; οὐκ ἡγούμενον ἔσχον, οὐκ οἰκονόμον; οὐ πνευματικὸν καὶ σαρκικὸν πατέρα; οὐ πνευματικοὺς καὶ σαρκικοὺς ἀδελφοὺς, ἐν οἷς ὡς ἐν πυρὶ διῆγον, ἐντεῦθεν καὶ ἐντεῦθεν βαλλόμενος καὶ πρὸς δύο πυκτύων ἀντικαθισταμένας ζωάς; Ἀλλ᾽ οὐκ ἂν ἄλλως ἠδυνήθην διασωθῆναι, εἰ μὴ δι᾽ ὑπομονῆς τε καὶ δεούσης ἐξαγορεύσεως, καὶ ἐκ τοῦ ἐπιγράφειν ἐμαυτῷ πάντοτε τὰ αἰτιάματα. Οὐδὲ γὰρ ἂν ἄλλως δυνατὸν εἰρηνεῦσαι ψυχὴν ἐν ταῖς θλίψεσιν. Ὑμεῖς δὲ ἐστὲ ὡς ἐστέ· ἀρκετὸν γὰρ μέχρι τούτου εἰπεῖν. Πειρᾶσθε διδάσκειν καὶ ὀμματοῦν με ὡς ἀμαθῆ καὶ ἄπειρον τῶν λεγομένων· οἵ τινες εὔγνωστοι ἐστὲ, καὶ πεσεῖν ὡς ὑπὸ διαβολικῆς ἐνεργούμενοι. Οὐ ταπεινοῦσθε ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἐφ᾽ ἧς ἐστιν ἄνεσις καὶ ἀνάπαυσις καὶ ἀμεριμνία; Δοκεῖτε ἐξαγορεύειν· καὶ οὐκ ἔστιν ἐξαγόρευσις τὸ πρᾶγμα· ἀλλὰ λογομαχεῖον συνιστάνετε καὶ κριτήριον πραιτωρικὸν, ἐπικαταστροφὴ τῶν τε οἰκείων ψυχῶν, ἐμοῦ τε τοῦ ταπεινοῦ τῆς τάξεως καὶ πάντων τῶν ἀκουόντων. Λυπεῖσθε τὰ ἐφ᾽ οἷς λέγω· καὶ γὰρ λυπεῖσθαι συνίημι ἀλλὰ κἀγώ. Πονῶν φθέγγομαι καὶ ὡς λόγον ἀποδώσων ἐν ἡμέρᾳ κρίσεως ὑπὲρ ἑνὸς ἑκάστου ἡμῶν.

Ἀλλ᾽ ἐπεὶ γέγραπται· Νῦν καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας· ἀφελώμεθα, ἀδελφοὶ, τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ἡμῶν· μάθωμεν καλῶς ποιεῖν· γενώμεθα καθαροὶ τῷ ἀγαθύναντι ἡμᾶς, πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν φοβερὰν καὶ ἐπιφανῆ, ἐν ᾗ καὶ ὑπὲρ ἀργοῦ ῥήματος λόγον ὑφεύξομεν, ἵνα εὐσυνειδότως ἐφ᾽ ὅσον οἷόν τε τὸν τῇδε βίον μεταλλάσσοντες εὕρωμεν τυχεῖν ζωῆς αἰωνίου ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·