Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 96

ΚΑΤΗΧΗΣΙΣ ϟϛ΄.
Περὶ τῆς ἀναχωρήσεως τοῦ ἀδελφοῦ Καρτερίου· καὶ διδασκαλία περὶ ὁμονοίας καὶ εἰρήνης.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Πολλάκις διαλεγόμενος ὑμῖν ἐδόκουν ἀναγκαίως διαλέγεσθαι ὡς ἤδη κατηρτισμένοις οὖσιν εἰς τὰ προσήκοντα, καὶ οὐ χρήζουσιν ὑπομνήσεως· ὡς δὲ νῦν ὁρῶ καὶ πάνυ ἀναγκαίως, ὅπουγε καὶ οὕτως διαλεγομένου μου οὐ διαλιμπάνει ἔν τισιν ὑμῖν ἐνεργεῖσθαι τὸ ταραχῶδες καὶ στασιαστικόν. Ἐφ᾽ ᾧ καὶ θαυμάζω, πῶς οἱ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον καὶ ἔτι νηπιάζοντες ἀσυνετοῦντες καὶ ἀφρονευόμενοι διακενῆς. Τὸ δὲ αἴτιον ἡ τῆς ἀγάπης ἔλλειψις· καὶ γὰρ κατὰ τὸν ἀπόστολον· Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Δηλονότι ταύτης ἀπούσης ἀντανίσχει τὰ ἐναντία, ἀπιστεία, ἀνελπιστεία, ἀνυπομνησία, ἀσυστροφία, αὐτάδεια. Καὶ πῶς ἐν τούτοις ὄντες ἄξιοι ἂν εἴημεν ὀνομάζεσθαι μαθηταὶ τοῦ βοῶντος καὶ λέγοντος· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταὶ ἐστὲ, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Καὶ ἑτέρωθι πάλιν· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστὲ, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Οὐκοῦν μὴ ἔχοντες τὴν ἀγάπην καὶ τὴν ἀλήθειαν, ἀλλὰ τὰς ἔχθρας καὶ μάχας καὶ διχωστασίας, οὐ μαθητιοῦμεν τῷ Χριστῷ, ἀλλὰ τῷ ἐχθρῷ τοῦ Χριστοῦ. Εἰ καὶ βαρὺς ὁ λόγος. Καὶ ἵνα τί λοιπὸν ζῶμεν οἱ ταπεινοί; καὶ ἵνα τί ἀναπνέωμεν τὸν ἀέρα, μὴ τὰ κατ᾽ εὐαρέστησιν τοῦ κυρίου πράττοντες; Τί οὖν ὠφέλησεν ὁ ἀδελφὸς Καρτέριος διαχωρισθεὶς ἡμῶν, καὶ ἀπιὼν εἰς ἑτέραν συνοδίας;

Αὐτὸ μὲν οὖν τὸ ἐξ ἑτέρας εἰς ἑτέραν συνοδίαν μεταβαίνειν βλαβερὸν καὶ ἀδόκιμον παντί· τὸ δὲ τοῦ καθηγουμένου χωρισθέντος τοῦτο ποιῆσαι, πάσης οὐκ ἂν εἴη ὑποψίας παραίτιον; καὶ μάλιστα ἐν οἷς διεβλήθη καὶ κατεγνώστη καὶ ἐπετιμήθη ὁ ἀδελφός. Δι᾽ ἃς αἰτίας; Ὡς ἔοικεν, μὴ φέρων τὴν ἀσφάλειαν καὶ τῆς οἰκείας συνειδήσεως τὸ ἀνεξαγόρευτον, ἐξῃτήσατο τὴν διάζευξιν κἀγὼ συμπεριφερόμενος αὐτοῦ τῇ ἀσθενείᾳ, ὡς ἂν μὴ καταποθῇ τῇ περισσοτέρᾳ λύπῃ εἰς μείζονα κακὸν καταπίπτων, ᾠκονόμησα τὴν διάστασιν. Ἐγνώσθη τοίνυν εἰκῇ καὶ μάτην τοῦτον κἀκεῖνον καταιτιώμενος, προφάσεις τε συνάγων διαστάσεως· κἀντεῦθεν ταραχὴν ἡμῖν ἐμποιῶν. Ὁ δὲ ταράσσων ἡμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν εἴη, καθὼς γέγραπται. Ὃς ἂν οὖν ἄρξηταί τις λογομαχεῖν, γινωσκέτω καταστροφῆς εὐθὺς τὸ πρᾶγμα. Καὶ εἰ μὲν πρὸς τοὺς ἴσους ἔχει παραμυθίαν ἴσως; εἰ δὲ πρὸς τοὺς μείζονας ἔχει, ἀπόδειξις ἀποφανής ἐστι διαῤῥαγῆς καὶ ἀπωλείας τοῦ λόγου ποιοῦντος. Καὶ διατοῦτο, ἀδελφοί μου, παρακαλῶ· εἰ καὶ ἐκεῖνος ἀβούλως καὶ σφαλερῶς πέπραγεν, ἀλλ᾽ ὑμεῖς γε εὐβούλως πράττοιτε, εἰρήνην διώκοντες μετὰ πάντων καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, ἐπισκοποῦντες μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ δι᾽ αὐτῆς μιανθῶσι πολλοί. Τί τοῦτο; Τὸ ζῆλον ἀγαθὸν ἡμᾶς ἐνδεικνῦσαι πρὸς τοὺς πονηρευομένους, μισεῖν τε καὶ ἀποστρέφεσθαι τὸ κακῶδες, καὶ μὴ ὡς ἐχθροὺς ἡγεῖσθαι, ἀλλ᾽ ὡς ἀδελφοὺς νουθετεῖν, ὡς ἂν εἴητε τῆς ἀποδοχῆς τοῦ ἀποστόλου ἄξιοι λέγοντος ὦδε που· Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι ἐν τῷ πράγματι.

Κἀγὼ, ἀδελφοί μου, οὐκ ἐπεμβαίνων καὶ κατεξανιστάμενος ὑμῖν διαλέγομαι ταῦτα· ἀλλ᾽ ἀγαπητικῶς καὶ φειδομένως, φοβούμενος καὶ τὸ τοῦ Ἠλεῖ παράδειγμα ἐπὶ τοῖς υἱέσι· καὶ δι᾽ ἐμαυτὸν καὶ δι᾽ ὑμᾶς αὐτούς. Εἰ δὲ μὴ οὕτως λογίζεσθε, ἐλεύσονται μικρὸν ὕστερον ἡμέραι, ἐν αἷς ἀφαιρέθη ἀφ᾽ ὑμῶν ἡ γλῶσσα αὕτη· καὶ τότε γνώσεσθε, ὅτι ἃ ἔλεγον ὁ ταπεινὸς ἀληθῆ ὑπῆρχον. Ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ πάντας θέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, κἀκεῖνον τὸν ὡς πρόβατον ἀποῤῥαγέντα ἀφ᾽ ἡμῶν μὴ παραχωρήσειεν ὑπὸ στόμα τοῦ ψυχοφθόρου δράκοντος γενέσθαι· καὶ ὑμᾶς γε τοὺς καλούς γε αὐτοῦ ἄρνας ἐν τῇ μάνδρᾳ τῶν ἐντολῶν αὐτοῦ φυλάξειεν ποιοῦντας τὸ ἀρεστὸν αὐτοῦ ἐν Χριστῷ· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·