Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Small Catechesis

Small Catechesis

St Theodore the Studite, Greek, NPB 9, 1888

Catechesis 97

ΚΑΤΗΧΗΣΙΣ ϟΖ΄.
Περὶ τοῦ ὑποστέλλεσθαι ἡμᾶς ἀπὸ τῶν ὑπεσόντων ἐν ἐπιτιμίοις, καὶ εὐθὺς προσχωρησάντων τοῖς ἑτεροδόξοις.

ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,

Πάλιν πόλεμος γέγονεν, ὡς φασὶν, καὶ πόλεμος ἐμφύλιος· οὗ τί ἂν γένοιτο χαλεπώτερον, ὑπ᾽ ἀλλήλων τοὺς Χριστιανοὺς ἀναλίσκεσθαι· ἀλλ᾽ ὅμως ἡμῖν προσήκει δεῖσθαι τοῦ θεοῦ διαπαντὸς εἰρηνεῦσαι τὸ ὑπούκοον καὶ κατὰ τὴν κοσμικὴν ἀρχὴν καὶ κατὰ τὸν τῆς πίστεως λόγον· οὗ ἕνεκα καὶ καθεζόμεθα ἐνταῦθα οἱ ταπεινοὶ, καθεζόμενοι ὀφείλομεν μὴ ἁπλῶς καὶ ὡς ἔτυχε καθέζεσθαι· ἀλλὰ μετὰ πολλῆς προσοχῆς καὶ ἀσφαλείας μήπως ἄλλοις κηρύττοντες αὐτοὶ ἀδόκιμοι γενώμεθα. Λέγομεν δὲ ταῦτα διὰ τοὺς ὑποπεσόντας ἐν ἐπιτιμίοις καὶ προσχωρήσαντας πάλιν τοῖς ἑτεροδόξοις· ὅτι παρῃτησάμεθα προσίεσθαι τὰ παρὰ αὐτῶν πεμπόμενα ἀρτίως, ὡς βλαβερὰ καὶ ἐπικίνδυνα κατὰ ψυχήν. Ὅπερ τινες μαθόντες τῶν σὺν ἡμῖν πατέρων ἠγανάκτησαν ὡς ταραχῆς ἐντεῦθεν ἀναπτομένης. Ἡμεῖς δὲ τὸ μὲν ταραχὴν ἀνάπτεσθαι ἀπευχόμεθα· οὐ μὴν διὰ τὸ ταράσσεσθαί τινας δυνάμεθα ὑφεῖναι τι τῆς ἀληθείας καὶ κατακοινῶσαι τὴν ὁμολογίαν τοῦ Χριστοῦ, φοβούμενοι τὸ κρῖμα τῆς ἀδιαφορίας λέγοντος ἑνὸς τῶν προφητῶν· Ὁσίοις καὶ βεβήλοις οὐ διέστελλον· ἀλλ᾽ ἢ αὐτοῖς ἅπαντα κοινά. Καὶ πάλιν τοῦ ἀποστόλου λέγοντος. Τίς μετοχὴ δικαιοσύνης καὶ ἀνομίας; Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; Τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίτου; τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων. Καὶ πάλιν· Στέλλεσθε ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ᾽ ἡμῶν. Καὶ πάλιν· Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.

Ταῦτα οὖν πάντα φοβεῖ καὶ συνέχει ἡμῶν τὴν καρδίαν· καὶ διὰ ταῦτα κεκρίκαμεν ὑποῖσαι πᾶσαν θλίψιν καὶ στενοχωρίαν, ἢ προέσθαι τὴν ὑμῶν ἀσφάλειαν καὶ σωτηρίαν. Ἀλλ᾽ ἐπειδὴ γέγραπται· Εἴ τε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴ τε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη· ὑμεῖς δ᾽ ἐστὲ μέλη ἡμῶν γνήσια, καὶ σπλάγχνα ἐγκάρδια· ἀναγκαίως ἀνηγγείλαμεν ὑμῖν τὰ παριστάμενα, ἵνα γινώσκητε, καὶ ἵνα γινώσκοντες συμπάσχητε καὶ σκοπῆτε τὰ ἐντεῦθεν συμβησόμενα· Ποιῶν γὰρ, φησὶν, ἀγαθὸν ἐκδέχου τὸν ὑπὲρ αὐτοῦ πειρασμόν. Κρίνατε δὲ καὶ ὑμεῖς ἀφ᾽ ἑαυτῶν τὸ λεγόμενον, παρακαλῶ, εἰ δίκαιόν ἐστι τοὺς ὑπὲρ ἀληθείας ἀπελασθέντας τῶν οἰκείων μοναστηρίων καὶ τοὺς τῇ προδοσίᾳ τῆς ἀληθείας κατέχοντας τὰ μοναστήρια, ἴσους ὁρᾶν καὶ κοινωνικοὺς λογίζεσθαι. Οὐκοῦν μάτην ἀπηλάσθησαν οἱ ἀπηλασθέντες· μάτην δὲ καὶ ἡμεῖς ἐν τοῖς προμαχοῦσιν ὑπὲρ τῶν τοιούτων διηγωνίσμεθα· εὑρισκόμεθα δὲ καὶ φραιναπάται, οἷς μὲν οὖτως, οἷς δὲ ἑτέρως διαλεγόμενοι. Στενάζουσι δὲ εἰκότως καθ᾽ ἡμῶν καὶ οἱ ἀκριβαζόμενοι τὴν ὁμολογίαν, εἴπερ ὁρῶσιν ἡμᾶς συναπαχθέντας τοῖς τοιούτοις, καὶ σκάνδαλον γενομένοις τῇ τοῦ θεοῦ ἐκκλησίᾳ. Ἀλλὰ μὴ γένοιτο ἡμῖν συναπαχθῆναι προσαπολέσαι ἑαυτοῖς.

ᾨκονομήσαμεν ἐν τοῖς προλαβοῦσι ἐφ᾽ ὅσον ὁ καιρὸς ἀπήτει, καὶ εἰκότως· νῦν οἰκοδομητέον καὶ μὴ ὑποστελτέον· Ἐὰν γὰρ ὑποστείληται, φησὶν, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Καὶ· Ὑμεῖς οὐκ ἐστὲ ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς. Ὁρᾶς ὅτι τὴν ὑποστολὴν εἰς ἀπώλειαν κέκληται· διὸ φησὶν ὁ ἀπόστολος· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν· οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν ἀλήθειαν. Οὐκοῦν καὶ ἡμεῖς ταῖς ἀποστολικαῖς ἐπερειδόμενοι διδασκαλίαις, καὶ μὴν καὶ τῶν ἁγίων πατέρων ἡμῶν· τ᾽ αὐτὰ γὰρ κἀκεῖνοι συμφθέγγονται τῷ ἀποστόλῳ. Ἀφεξώμεθα τῆς τῶν αἱρετικῶν κοινωνίας καὶ τῶν συναπαχθέντων τούτοις παλιμβούλων, καὶ ἀντισχώμεθα τῆς ἀκριβοῦς ὁμολογίας, ἐφ᾽ ἧς ἑστήκαμεν καὶ καυχώμεθα ἐπ᾽ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ. Τοῖς ἄλλοις τε πᾶσι κανονιζόμενοι κατορθώμασιν, ἵνα ὦμεν τέλειοι καὶ ὁλόκληροι ἐν μηδενὶ λειπόμενοι, καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσῃ τὰς καρδίας ἡμῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

· Contents ·