Library › St Theodore the Studite › Small Catechesis
Small Catechesis
St Theodore the Studite, Greek, NPB 9, 1888
Catechesis 98
ΚΑΤΗΧΗΣΙΣ ϟΗ΄.
Περὶ τοῦ ὑπείκειν τῷ καθηγουμένῳ, καὶ τοῦ μετ᾽ εὐχαριστείας ὑποφέρειν τὰ ἄθλα τῆς ὑποταγῆς.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ,
Χαίρω ἐφ᾽ ὑμῖν ὁ ταπεινὸς, ὅτι ἐν πᾶσι πείθεσθε καὶ ὑπείκειτε τῷ εὐτελεῖ μου λόγῳ, εἴτε θλιβόμενοι, εἴτε παρακαλούμενοι, εἴτε ἐπιτιμώμενοι, εἴτε ἐπαινούμενοι· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, ἀλλὰ θεοῦ τὸ δῶρον· καὶ τοῦτο ἀληθινῆς καὶ ἀνοθεύτου ὑποταγῆς ἀπόδειξις· ἥτις ἔχει μισθαποδοσίαν μεγάλην καὶ ἀμοιβὴν τῆς ἀθλήσεως, καθὼς τοῖς ἁγίοις ἡμῶν πατράσιν ὡμολόγηται. Εἰ δὲ ἄθλησίς ἐστι, ἔχει δῆλον ὅτι καὶ τὰ κατ᾽ αὐτὴν ἀριστεύματα καὶ πυκτεύματα· οὐδεὶς μὲν μάρτυς ἀβασάνιστος, καὶ οὐδεὶς στεφανίτης, εἰ μὴ οὐχὶ νόμιμον τὴν ἄθλησιν ποιησάμενος· ὥστε καὶ ἡμεῖς μὴ ἐκκακῶμεν τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν διανύειν φέροντες τὰ πάντα εὐψύχως, τὰς ἐπιπλήξεις ὡς μαστιγώσεις, τὰς κοπάς τῶν θελημάτων ὡς αἱματεκχυσίας, τὰς τῶν λογισμῶν εἰσβολὰς ὡς πυρκαιεὶς ἀναπτομένας ὑπὸ τοῦ διαβόλου. Πῦρ οὐ σβέννυται, εἰ μὴ δι᾽ ἐπιχύσεως ὕδατος· οὕτως οὐδὲ φλὸξ ἐπιθυμίας ἐκτόπου, εἰ μὴ δι᾽ ἐπιῤῥοῆς δακρύων· πόνος οὐ θεραπεύεται, εἰ μὴ δι᾽ ἀνακλήσεως ἀναπαυστικῆς· Οὕτως οὐδὲ νοῦς βαρυνόμενος λογισμοῖς· εἰ μὴ δι᾽ ἀναθέσεως ἐξαγορευτικῆς. Καὶ τὰ φάρμακα τῆς σωτηρίας δῆλα. Καὶ ὑγιαίνοντες ὑγιαίνετε ἔτι ἐν κυρίῳ.
Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, ὡς ὁ Ἀδελφόθεος βοᾷ, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ οὐκ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ· αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. Μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι λήψεταί τι παρὰ τοῦ κυρίου· ὅτι ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Οὐκοῦν μὴ διψυχῶμεν, μὴ ἐνδοιάζωμεν ἐν ταῖς δεήσεσιν· ἀλλὰ μετ᾽ εὐχαριστείας καὶ πίστεως εἰλικρινοῦς τὰ αἰτήματα ἡμῶν γινέσθω πρὸς τὸν θεὸν, καὶ πάντως τευξώμεθα τῶν ποθουμένων· καὶ τὸ ἀλλότριον πῦρ σβεστήσεται, καὶ οἱ δυσμενεῖς λογισμοὶ τροπωθήσονται, καὶ σὺν θεῷ τὸ προκείμενον ἡμῖν μαρτύριον τῆς ὑποταγῆς τελεσθήσεται.
Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὸ γλωσσόκομον ὑμῶν οὐ πολλὰ ἔχει τὰ βαλλόμενα, καὶ ἔξοδοι ἐπιγίνονται καὶ εἴσοδοι οὐ προσγίνονται· καὶ μάλιστα νῦν, ὅτι καὶ ὁ οἶνος ἐπέλιπεν, ἐφ᾽ ᾧ καὶ κραδαίνεσθαι οἱ ἀσθενέστεροι. Ἀλλὰ θαρσεῖτε ταχεῖαν ὁ κύριος τὴν ἐπισκοπὴν ἐποιήσατο, ἀπὸ καρποῦ τοῦ οἴνου καὶ ἑτέρων χρειῶν, καὶ ἔτι ποιήσειεν ἐάνπερ ὁλοτελῶς προσκείμεθα αὐτῷ καὶ τὰ ἀρεστὰ αὐτῷ ποιῶμεν· μὴ μετεωριζόμενοι ἀπὸ τῆς εἰς αὐτὸν πεποιθήσεως· αὐτὸς γὰρ εἴρηκεν· Οὐ μὴ σε ἀνῶ· οὐδὲ μὴ σὲ ἐγκαταλείπω. Καὶ πάλιν· Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
Εἰ δὲ καὶ ἐπιλείψειεν ποτὲ, οὐ θαυμαστόν. Δοκιμὴ καὶ τοῦτο καὶ βάσανος ἀρετῆς. Οὐχὶ Ἰακὼβ ὁ πατριάρχης δίκαιος ἦν; καὶ ὅμως λιμῷ πιεζόμενος τοὺς πατέρας ἡμῶν εἰς Αἴγυπτον ἀπέστειλε σῖτα ὠνήσασθαι; Οὐχὶ Ἠλίας ὁ προφήτης δίκαιος ἦν, ὅμως καὶ αὐτὸς εἰς Σάρεφθα τῆς Σιδῶνος ἐπορεύθη ὀπίσω τῆς χήρας βεβοηκώς· Λήψῃ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι, καὶ ψωμὸν ἄρτου καὶ φάγομαι· Οὐκ ἄλλο ὅτι ἐπιζητήσας, ἀλλὰ τὴν σχεδίαν καὶ ἀναγκαίαν τροφήν. Καὶ ταῦτα τίς; Ἠλίας ὁ τὸν οὐρανὸν τῇ γλώσσῃ κλείσας μὴ δοῦναι υἱετὸν, καὶ πάλιν διὰ προσευχῆς λύσας τὸ ἐπιτίμιον. Ἡμεῖς δὲ εὐτελεῖς καὶ τὸ φαινόμενον καὶ τὸ κρυπτόμενον, ὡσεὶ καὶ πάθοιμέν τι τοιοῦτο, οὐ παρὰ τὸ εἰκός; Οὐδὲ ὀφείλομεν δυσχεραίνειν, ἀλλ᾽ εὐχάριστοι εἶναι, ὥσπερ ἐν ταῖς εὐθηνίαις, οὕτως καὶ ἐν ταῖς ἀπορίαις. Τοῦτο γὰρ μαθητῶν Χριστοῦ τὸ γνώριμα, ἀλλ᾽ οὐ γογγυστῶν ὀλεθρίων. Καὶ οὕτως διακείμενοι καὶ διατιθέμενοι εὐκόλως ἤδη καὶ τὰ παρόντα δυσχερῆ διαμείψωμεν, καὶ τῶν μελλόντων ἐπιτευξώμεθα ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.